Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ποῦ ἐστιν ταῦτα ; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο.
καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ Αβεννήρ, καὶ ὁ ἥλιος ἔδυνεν· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῖ, ὁδὸν ἔρημον Γαβαών.
καὶ συναθροίζονται υἱοὶ Βενιαμεὶν οἱ ὀπίσω Ἀβεννήρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ; ἢ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα ; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν ;
καὶ εἶπεν Ἰωάβ νῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.
καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραήλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
καὶ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.