Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Ἰωὰβ [*](17 παιδων] pr τῶν Α 18 Σαρουιας Α | Αβεσσα] Αβισαι Α | om καὶ Ασαηλ Α Ι° Α | ὤσει] ὡς η Α 19 δεξιὰ] pr τὰ Α | ἀριστερὰ] pr τὰ Α 20 om εἰ 2° ειπεν 2°] + ἀυτῶ Α 21 τὰ δεξιὰ] om τὰ Α | sup ras A a? | κατάσχε] α sup ras Β? | σαυτῶ] σεαυτῷ Α | Ασαηλ εκκλεινεν (sic) ἐκ τ sup ras 23 ἐπίστρεφε] σποστρ. Α | ψοιαν Α | διεξῆλθεν] ἐξῆλθεν Α | υφειστατο 24 Αβεσσα] Αβισαι Α | Αμμα Α Ο συν αντησιν B*a συ ναντησιν Bb 26 η ρομφ.] om η Α | οιδες Α | ἀναστρέφειν] επιστρ. Α 27 πρωίθεν] (sic) Α 29 νυκταν Α | διέβαινον Α | τὴν παρεμβ.] om τὴν Α)

616
[*](B) ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυεὶδ ἐννέα καὶ δέκα ἄνδρες.

καὶ καὶ οἱ παῖδες Δαυεὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμεὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ.

καὶ αἴρουσιν τὸν Ασαὴλ κ·αὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλέεμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών. Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ III

IIIἀνὰ μέσον τοῦ οἴκου Δαυείδ· καὶ ὁ οἶκος Δαυεὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.

Καὶ ἐτέχθησαν τῷ Δαυεὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχεινόομ τῆς Ἰσραηλίτισος,

καὶ ὁ δεύτερος αὐτοῦ Δαλουιὰ τῆς Ἀβειγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θομμεὶ βασιλέως Γεσείρ,

καὶ ὁ τέταρτος Ὀρνεὶλ υὑὸς Φεγγείθ, καὶ ὁ πέμπτος Σαβατειὰ τῆς Ἀβειτάλ,