Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ᾽ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ᾽ ἐμοῦ ἐν Ιερουσαλήμ.
καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλήμ;
υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ μὴν γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ εἰς πονηρόν; ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν
καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου. καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
καὶ εἶπεν ὁ βασιλεύως Μετ’ ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ' ἐμοὶ ποιήσω σοι.