Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακή- σεται· ὅτι οἶδεν πᾶς Ἰσραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ θἰοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ.
ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα· καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέςῳ αὐτῶν·
καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τοπων ου ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβα- λοῦμεν ἐπ’ αὐτὸν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆς, καὶ οὐχ ὑπο- λειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ καί γε ἕνα.
καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχονία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.
καὶ εὶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ Ἀγαθὴ ἡ βουλὴ Χουσεὶ τοῦ Ἀραχεὶ ὑπὲρ τὴν βουλὴν Ἀχετόφελ τὴν ἀγαθήν· καὶ κύριος ἐνετείλατο κιασκεάσαι τὴν βουλὴν Ἀχειτόφελ, ὁπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.
καὶ εἶπεν Χουσεὶ ὁ τοῦ Ἀραχεὶ πρὸς Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς Οὔτως καὶ οὕτως συνεβολύλευσεν Ἀχειτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλενσα ἐγώ.
καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυεὶδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σεῦσον, μή ποτε καταπείςῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ.
καὶ Ἰωναθὰν καὶ Ἀχειμὰς εἰστήκεισαν ἐντῇ πηγῇ Ῥωγήλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς· καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυείδ, ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν.
καὶ ειδεν αὐτοὺς παιδάριον, καὶ ἀπήγγειλαν τῷ Ἀβεσσαλώμ»καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκιαν ἀνδρὸς ἐν Βαορείμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.
καὶ ἔλαβεν ἡ γυνὴ καὶ [*](9 ακουων] pr ο Α 10 υιοι] pr oι Α 11 om συμβουλευων Α | Α συνεβουλευσα ] συνεβουλευσατο Α 12 προς] επ Α | και 4°] pr και εν πασιν Α 13 Ισραηλ] pr ανηρ Α 14 Αχιτοφελ Α (bis) | om την αγαθην Α | Αχειτοθελ 2°] + την αγαθην (αγα sup ras A1 ) A 15 om o του Αραχει Α | Αχιτοφελ (χ sup ras A 1) A 16 αναυ- γειλατε] απαγγ. Α | καταπειση] καταπιη Α | εδυναντο] ενεδυσατο Α 18 απηγγειλεν Α | εισηλθον Α | Βαορειμ] signa v 1 prae se fert B? txt et mg βαουρειμ Α)
καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Ἀχειμὰς καὶ Ἰωναθάν ; καὶ ιπεν αὐτοῖς ἣ γυνή Παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ.
ἐγένετο δὲ μετὰ τὸ απελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυείδ, καὶ ιπαν πρὸς Δαυείδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχειτόφελ.
καὶ ἀνέστη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὅς οὐ διῆλθεν τὸν Ἰορδάνην.
καὶ Ἀχειτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαθεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπὴλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἶκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν, καὶ ἐτάθη ἐν τῷ τάθῳ τοῦ πατρὸς αὐτοῦ.
Καὶ Δαυεὶδ διῆλθεν εἰς Μανάειμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ’ αὐτοῦ.
β καὶ τὸν Ἀμεσσεὶ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ Ἀμεσσεὶ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰορὸρ ὁ Ἰσραηλείτης, οὗτος εἰσῆλθεν πρὸς Ἀβειγαίαν θυγατέρα Ναὰς ἀδελθοῦ Σαρουίας μητρὸς Ἰωάβ.
καὶ παρενέβαλεν πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.
καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυεὶδ εἰς Μαανάειμ, Οὐεσβεὶ υἱὸς Ναὰς ἐκ Ῥαβὰθ υἱῶν Ἀμμὼν καὶ Μαχεὶρ υἱὸς Ἀμελιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλεὶ ὁ Γαλααδείτης ἐκ Ῥωγελλεὶμ
ἤνεγκαν δέκα κοίτας καὶ ἀμθιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου, καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον, καὶ κύαμον καὶ φακὸν
καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα καὶ σαφφὼθ βο· καὶ προσήνεγκαν τῷ Δαυεὶδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν, ὅτι εἶπεν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρἠμῳ.