Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἂνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πέρας τοῦ ὂρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταπώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων.

καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοὺ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ.

καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἰερουσαλήμ, καὶ Ἀχειτόφελ μετ᾿ αὐτοῦ.

καὶ ἐγενήθη ἡνίκα ἦλθεν χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυεὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπεν χουσεὶ πρὸς Ἀβεσσαλώμ Ζήτω ὁ βασιλεύς.

καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσεί Τοῦτο τὸ ἒλεός σου μετὰ τοῦ ἑταίρου σου; ἳνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;

καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ [*](5 Βουρειμ] signa v l prae se fert B? txt et mg Bαουρειμ Α 6 om εν Α |Α οm ην Α 7 οm εξελθε 2° Α 8 κs επι σε Α 10 om και 2° Α 11 Αβισαι Α |Ιεμεινει] Ειεμενει Α |αυτον] αυτων Α |καταρασθαι] κααρασαι Βa καταρασθω Α 12 επιστεψει] + κs A |αυτου]ταυτης Α |τη ημερα] pr εν Α 13 εκ περας] εις πλευρας Α |χοι τασσων] χοει πασων Α 14 λαος αυτου εκλευμενοι] ο εκλελυμενος Α |ανεψνχαν Α 15 ανηρ] ο λαος Α 16 ηλθεν] εισηλθεν Α |χουσι Α (bis: item 17, 18))

646
[*](B) λαὸς οὖτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετ’αὐτοῦ καθήσομαι.

καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλεθσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιον σοῦ.

καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχειτόφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποίησωμεν.

καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλειπεν Φυλάσσειν τὸν οἶκον,λ καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατᾐσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.

καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσὴλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ὀφθαλμοὺς παντὸς Ἰσραήλ.

καὶ ἡ βουλὴ Ἀχειτόφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήςῃ ἐν λόγῳ τοῦ θεοῦ. οὕτως πᾶσα ἡ βουλὴ τῷ Ἀχειτόφελ καί γε τῷ Δαυεὶδ καί γε τῷ Ἀβεσσαλώμ. Καὶ εἶπεν Ἀχειτόφελ XVII

XVIIπρὸς Ἀβεσσαλώμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυεὶδ τὴν νύκτα.

καὶ ἐπελεύσομαι ἐπ’αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν, τὸνλ βασιλέα μονώτατον.

καὶ ἐπιστηρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὅν πρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς. πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ξητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται ἐν εἰρήνῃ.

καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ.

Καὶ εἶπεν Ἀβεσσαλώμ Καλέσατε δὴ καί γε τὸν Χουσεὶ τὸν Ἀραχεί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ.

καὶ εἰσῆλθεν χουσεὶ πρὸς Ἀβεσσαλώμ. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐλάλησεν Ἀχειτόφελ. ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον.

καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχειτόφελ τὸ ἅπαξ τοῦτο.

καὶ εἶπεν Χουσεί Σὴ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρακαὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἡτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὖς τρχεῖα ἐν τῷ πεδίῳ. καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύςῃ τὸν λαόν.

ἰδοὺ γὰρ αὐτὸς νῦν [*](Α) [*](18 αυτω]ουτως Α 19 ενωπιον 20 ] pr και Α 20 Αχιτοφελ Βab A 21 κατελιπεν Βb | ακουσονται Α | κατησχυνας] ησχυνας Α 22 τω Αβεσς. Την σκηνην Α | om pος τας παλλακας Α 23 επηρωτηση Α | Αχιτοφελ Α ΧVII 1 Aχιτ. Α. (item 6,7) 2 om και 40 Α | εκφευξεται Α 3 om εν Α 5 ακουσωμεν]ακουσομαιν Α 6 om o A 7 Χουσι Α (ιτεμ 8, 15)| εβουλευσατο] ατο supras A 1 8 om και ως υς τραχ. εν τω πεδ. ο Α)

647
κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἤ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ [*](Β) ἐπιεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούςῃ ἀκούων, καὶ εἶπεν Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλωμ·