Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐπεσκέψατο Δαυεὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ, καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.

καὶ ἀπέστειλεν Δαυεὶδ [*](Α) [*](19 εψυξεν] εκυψεν Α | αραφωθ] αραβωθωθ Α | εγνωθη Β 20 παρηλθον Α |ευραν] α sur ras A a ? | ανεστρεψεν Α 21 αναστητε] αναστατε Α * vid (η sup ras A a?) 22 ο μετ αυτου] om o A | διηλθεν] signa v | prae se fert B ? txt et mg 23 | αυτου 5°] εαυτου Α |ταφω] Α 24 Μαναειν Α |διεβη] διηλθεν Α |om ανηρ Α 25 Αμεσοικω Α (bis) |αντι]τω Α |Ισραηλειτης] Ισμαηλειτης Α 27 Ραββαθ α | υιων] υιος Α | Μαχιρ Α | Αμιηρ Α | Βερζελλι Α |Ρωγελειμ Α 28 om και κευη κεραμου Α 29 προσηνεγκαν τω] ν τω sup ras A a? | διψω (sic) και εκλελυγμενος (sic) A XVIII 1 εκατονταρχους και χιλιαρχους Α)

649
τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβειςὰ [*](Β) υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθεὶ τοῦ Ι’εθθαίου· καὶ εἶπεν Δαυεὲδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν.

καὶ εἶπαν Οὐκ ἐξελεύςῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεὶς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἐσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βονθεῖν.

καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὅ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τὴς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεισὰ καὶ τῷ Ἐθθεὶ λέγων Φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἥκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἅρχουσιν ὑπὲρ Ἀβεσσαλώμ.

καὶ ἐξὴλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφράιμ.

καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δανείδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.

καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γὴς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὔς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυείδ· καὶ Ἀβεσσαλὼμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί· καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.

καὶ δἶδεν ἀνὴρ εἶς καὶ ἀνἠγγειλεν Ἰωὰβ καὶ εἶπεν Ἰδοὺ ἑόρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυί.

καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὄτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γὴν ; καὶ ἐγὼ ἄν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.

εἶπεν δὲ ὁ άνὴρ πρὸς Ἰωάβ Καὶ ἐγώ εἰμι ἴστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεὶρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὄτι [*](2 το τριτον 10 ] τον τρ. Α |Αβισαει Α 3 ειπαν ] ει sup ras A ?vid | om του Α βονθειν Α 5 Αβισαι Α |om και πας ο λαος ... υπερ Αβεσσαλωμ Α 6 εξ εναντιας] εναντιον Α | Εφραιμ sup ras A1 7 o λαος] pr πας Α 8 οm εν τω λας Α 9 του νμιονου] της ημ. Βab mg | o ημινος bis ] η ημ. Βab (η 10 superscr) |το δασος ] δρασος Α |εκρεμασθη 10 ] εκρεμασεν Α | νποκατω] pr o A 10 ιδεν Α | και ειπεν] signa v 1 prae se fert B?txt et mg | εν] επι Α 11 αναγγελλοντι ] αγγελλοντι αυτω Α | εωρακας Βab 12 μου 10] + ου Α | σικλους] ς sup ras A 1 | Χειρα] pr την Α)

650
[*](Β) ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Ἀβειςὰ καὶ τῷ Ἐθθεὶ λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλώμ,

μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ αδικον· καὶ πᾶς ὁ λόγος οὐ λλήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήςῃ ἐξ ἐναντίας.

καὶ εἶπεν Ἰωάβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξαν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλώμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρύος.

καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωάβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν.

καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσρήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.

καὶ ἔλαβεν τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.

καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν καὶ ἐστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾖ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβ εῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνησαι το ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταυτης.

Καὶ Ἀχειμάας υἱὸς Σαδὼκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Ἰωάβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ· ἐν δὲ τῇ ἡμέρᾳ ταύτη οὐκ εὐαγγελιῇ, οὖ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν.