Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο ὅ ἐποίησας ; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶνντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἣμίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέωκας.

καὶ εἶπεν Δαυείδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ έλεήσει με Κύριος, καῖ ζήσεται τὸ παιδάριον ;

καὶ νῦν τέθνηκεν, ἴνα τί τοῦτο ἐγὼ νηστεύω ; μὴ δυνήσομαι αὐτὸ ἐπιστρέψαι ἔιτ; ἐγὼ πορεύσομαι πρὸς αὐτον, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ.

καὶ παρεκάλεσεν Δαυεὶδ Βηρσάβεε τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς· καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεςν τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.

καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰδεδεί, ἕνεκεν Κυρίου.

Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμών, καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.

καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυεὶδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ῥαββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·

καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμηυλισθη] [*](Α) [*](16 pr εκοιμηθη και Α 17 οι πρεσβ. του| οικου αυτου επ αυτον Α | εγειρα] pr του Α 18 ζην το παιδ. Α 20 παρεθηκεν Α 21 ενεκα του παιδαριου ετι] ενε|κεν του παιδαπιου· οτι Α 23 τεθνη κεν] + το παιδαπιον Α | επιστρεψαι αυτο Α 24 Βηρσαβεε] την Β ηθς Α |την γυναικα] om την Α |Σαλομων Β b 25 Ιδεδει] Ειεδιδια Α 26 Παραθ Α 27 εν] προς Α 23 τοναταλοιπον Α | παρεμβαλλει Α)

635
βαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν· ἴνα μὴ προκαταλάβεμαι [*](Β) ἐγὼ πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν.

καὶ συνήγαγεν Δαυεὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ῥαββάθ, καὶ ἐπολέμησεν μησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.

καὶ ἔλαβεν τὸν στέφανον Μελχὸλ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυείδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.

καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθξκεν ἐν τῷ πρίονι καὶ ἐν ιριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν εἱῶν Ἀμμών. καὶ ἐπέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ.

Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυεὶδ ἀδελφή καλὴ τῷ εἴδει σφόδρα, καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυεὶδ ἀδελφὴν Ἀμνὼν υἱὸς Δαυείδ.

καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀρρωστεῖν διὰ θημὰρ τὴν ἀδε λφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὐτή· καὶ ὑπέρογεκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ.

καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδάμ, υἱὸς Σαμαὰ τοῦ ἀδελθοῦ Δαυείδ· καὶ Ἰωναδὰμ ἀνὴρ σοφὸς σφόδρα.

καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀδθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωὶ πρωί; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνών θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.

καὶ εἶπεν αὐτῷ Ἰωναδάμ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ θημὰρ ἡ ἀδελφή μου, καὶ ψωμιςάτω με καὶ ποιηςάτω κατ᾿ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.

καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠρρώστησεν, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν· καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα Ἐλθέτω δὴ θημὰρ ἡ ἀδελφή μου πρὸς μέ, καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλύρας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.

καὶ ἀπέστειλεν Δαυεῖδ πρὸς θημὰρ εἰς τὸν οἶκον λέγων Πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα.

καὶ ἐπορεύθη θημὰρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ [*](28. μου] αυτου Α 29 εις ] προς Α 30 om Μελχολ Α 31 om A οντα Α | εξηγαγον Α | τριβολοις ] pr τοις Α | σιδηροις ] σιδηροις] + και υποτομευσιν σιδηροις Α | διηγαγεν] απηγαγεν Α ] πλινθιου BbA| τοις πολ. Α ΧΙΙΙ 1 Θαμαρ Α (ita ubique) | Α μμων Α ( item 2 bis, 3, 4, 6 bis, 10 [ ι°]) 2 υπερογκον] + καὶ Α | αυτη τι Α 3 Ιωναδαμ Β*b bis] Ιωναδαβ Bb (vid)d A 4 ασθενεις Α |απαγγελεις Α 5 Ιωναδαμ] Ιωναδαβ Α | ελθατω Α |om δη Α 6 ελθατω Α | κολλυρας (κολλουρας Β) ] κολλυριδας Α 7 Θαμαρ Α | οικον 2°] + Αμνων Α | βρωμα] pr το Α)

636
[*](B) αὐτῆς, καὶ αὐτὸς κοιμώμενος· καὶ ἔλαβεν τοὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρσεν κατ’ ὁφθαλμοῦς αὐτοῦ, καὶ ἤψησεν τὰς κολλυρίδας.

καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καῖ οὐκ ἐξέλσεν φαφεῖν· καὶ εἶπεν Ἀμνών Ἐξαγάγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπ[ο ἐπάνωθεν αὐτοῦ.