Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἵκου σου ἕως αἰῶνος, ἀνθ’ ὦν ὄτι ἐξουδένωσας, καὶ ἕλαβες τὴν γυναὶκα τοῦ Οὐρείου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναὶκα.

τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ έκ τοῦ οἴκου σου, καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·

ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου.

Καὶ εἶπεν Δαυεὶδ τῷ Ναθάν Ἡμάρτηκα τῷ κυρίῳ. καὶ εἶπεν Ναθὰν πρὸς Δαυείδ Καὶ Κύριος παρε- βίβασεν τὸ ἁμάρτημά σου· οὐ μὴ ἀποθάνῃς.

πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου έν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

Καὶ ἀπῆλθεν Ναθὰν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἔθραυσεν Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ [*](4 λαβειν] + αυτην Α | Om αυτου 1 ° Α |του ποιησαι] τω π. Α | om οδοιπορω Α Α 5 τω ανδρι σθοδρα σφοδρα | Δαδ Α 6 αποτισει] α sup ras A1 (αμναδανποτισει Α *) | επταπλασιον Α 7 οm οτι Α |οm εις Α | ερρυσαμην Α 8 om και 20 Α | εν τω| κολπω σου εδωκα (α sup ras A 1) τας γυν. του| κυριου σου Α | κατα] και Α 9 οτι] τι Α | υιω Β edit 10 αποστησαι Α |12 καρυβη] κρυβδην Α 13 om ου Α 14 Κυριου] pr του Α 15 εθραυσεν] signa v l prae se fert B? txt et mg | παιδιον] παιδαριον Α )

634
[*](Β) Οὐρείου τῷ Δαυείδ, καὶ ἠρρώστησεν.

καὶ ἐζήτησεν Δαυεὶδ τὸν θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυεὶδ νηστείαν καὶ εἰσὴλθεν καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς.

καὶ ἀνέστησαν ἐπ’ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γᾶς, καὶ οὐκ ἠθέλησεν· καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάβιον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυεὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῇν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ ππαιδάριον ; καὶ ποιήσει κακά.

καὶ συνῆκεν Δαυεὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυεὶδ ὅτι τέθνηκεν το παιδάριον· καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον ; καὶ εἶπαν Τέθηνκεν.

και ἀνέστη Δαυεὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν.