Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤκουσεν ἡ γυνὴ Οὐρείου ὅτι ἀέθανεν Οὐρειας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αυτῆς.

καὶ διῆλθεν τὸ πένθος, καὶ απέστελιεν Δαυεὶδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὅ ἐποίησεν Δαυεὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλεν Κύριος τὸν Ναθὰν τὸν προφήτην πρὸς XII

XIIΔαυείδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἤδρες ἐν πόλει μιᾷ, εἶς πλούσιος καὶ εἶς πένης.

καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα·

καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό· [*](Α) [*](20 om οτι 10 A | ηγγισατε] νγρασατε Α |πολεμησαι] pr του Α | τοξευσουσιν] πληγησεσθαι Bab mg τοξευουσιν Α 21 Α βιμελεχ Α | επ αυτον κλασμα Α | Θαμασει Α (item 22) 22 A βιμελεκ A 23 εφ 2°] προς Α 24 απεθαναν] απεθανον Α 25 ουτως· καταφαγετε Α | σου 2°] συ Α 27 τον ανδρα] pr επι Α 27 διηλθεν] ηλθεν Α | εφανη πονηρον Α ΧΙΙ 1 αυτω] προς αυτον Α | αυδρες ησαν Α )

633
ἐκ τοῦ ἅρτου αὐτοῦ ἥσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἕπινεν καὶ [*](Β) ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ.

καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τὼν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ελθόντι πρὸς αὐτόν, καὶ ἔλαβεν τὴν άμνάδα τοῦ πένητος καὶ έποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.

καὶ ἐθυμώθη ὀργῇ Δαυεὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθάν Ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο,

καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα ἀνθ’ ὦν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὖ οὐκ ἐφείσατο.

Καὶ εἶπεν Ναθὰν πρὸς Δαυείδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρυσάμην σε ἐκ χειρὸς Σαούλ.

καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου έν τῷ κόλπῳ σου, καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταὺτα.

ὅτι ἐφαύλισας τὸν λόγον Κθρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· τὸν Οὐρείαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναὶκα αὐτοῦ ἕλαβες σεαυτῷ εἰς γυναὶκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών·