Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο ὅ ἐποίησας ; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶνντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἣμίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέωκας.

καὶ εἶπεν Δαυείδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ έλεήσει με Κύριος, καῖ ζήσεται τὸ παιδάριον ;

καὶ νῦν τέθνηκεν, ἴνα τί τοῦτο ἐγὼ νηστεύω ; μὴ δυνήσομαι αὐτὸ ἐπιστρέψαι ἔιτ; ἐγὼ πορεύσομαι πρὸς αὐτον, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ.

καὶ παρεκάλεσεν Δαυεὶδ Βηρσάβεε τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς· καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεςν τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.

καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰδεδεί, ἕνεκεν Κυρίου.

Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμών, καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.

καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυεὶδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ῥαββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·

καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμηυλισθη] [*](Α) [*](16 pr εκοιμηθη και Α 17 οι πρεσβ. του| οικου αυτου επ αυτον Α | εγειρα] pr του Α 18 ζην το παιδ. Α 20 παρεθηκεν Α 21 ενεκα του παιδαριου ετι] ενε|κεν του παιδαπιου· οτι Α 23 τεθνη κεν] + το παιδαπιον Α | επιστρεψαι αυτο Α 24 Βηρσαβεε] την Β ηθς Α |την γυναικα] om την Α |Σαλομων Β b 25 Ιδεδει] Ειεδιδια Α 26 Παραθ Α 27 εν] προς Α 23 τοναταλοιπον Α | παρεμβαλλει Α)

635
βαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν· ἴνα μὴ προκαταλάβεμαι [*](Β) ἐγὼ πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν.

καὶ συνήγαγεν Δαυεὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ῥαββάθ, καὶ ἐπολέμησεν μησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.

καὶ ἔλαβεν τὸν στέφανον Μελχὸλ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυείδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.

καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθξκεν ἐν τῷ πρίονι καὶ ἐν ιριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν εἱῶν Ἀμμών. καὶ ἐπέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ.