Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Σαοὺλ καὶ Ἰωναθάν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς καὶ οἱ εὑρεθέντες μετ’ αὐτῶν ἐκάθισαν ἐν Γαβεὲ Βενιαμεὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμάς.

καὶ ἐφῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ τὴν Σωγάλ,

καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαῖ τὴν Σαμείν.

καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι Μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ῥομφαίαν καὶ δόρυ.

καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ κα τὸ σκεῦος, καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.