Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἦν ὁ τρύγητός ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμάς, καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωναθάν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῶ Ἰωναθὰν υἱῷ αὐτοῦ. καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχεμάς· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν.

καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ἰωναθὰν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν. γειλεν.

καὶ Σαοὺλ ἐκάθητο ἐπ’ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐκ Μάγων, καὶ ἦσαν μετ’ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες.

καὶ Ἀχιὰ υἱὸς ’λχιτὼβ ἀδελφοῦ Ἰωχαβὴλ υἱοῦ Φεινεὲς υἱοῦ Λευεὶ ἱερεὺς τοῦ [*](16 Ιωαθαν B* Ιων. Bab) XIV 1 γεινεται B)

570
[*](B) θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ· καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωναθάν.

καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἐζήτει Ἰωναθὰν διαβῆναι ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν, καὶ ὀδοὺς πέτρας ἐκ τούτου· ὄνομα τῶ ἑνὶ Βαζὲς καὶὄνοματ τῷ ἄλλῳ Σενναάρ·