Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαμουήλ Τί πεποίηκας ; καὶ εἶπεν Σαούλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ’ ἐμοῦ, καὶ σύ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμάς,

καὶ εἶπα [*](22 επιεικως] ἔπει κ| ὦ B XIII 5 Βαιθωρων] Βαιθσωρων σ superscr) Bab 9 πρόσ’ ἀγάγετε Β* προσαγάγετε Βb )

569
Νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρὸς μὲ εἰς Γάλγαλα, κοὶ τοῦ [*](B) προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.

καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἢν ἐνετείλατό σοι κύριος· ὡς νῦν ἡτοίμασεν Κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ.

καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, κα ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅ τι ἐνετείλατό σοι κύριος.

Καὶ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ· καὶ τὸ τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμείν, καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.