Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ ἐκ Λερνὰ εἰς Λαχείς, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.

καὶ παρέδωκεν Κύριος τὴν Λαχεὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτὴν ὃν τρόπον ἐποίησαν τὴν Αεβνά.

Τότε ἀνέβη Αἱλὰμ βασιλεὺς Γάζης βοηθήσων τῇ Λαχείς· καἰ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ ἐκ εἰς Ὀδολλάμ, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν

καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐνπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχείς.

Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ εἰς [*](§ F) Χεβρών, καὶ περιεκάθισεν αὐτήν.

§ καὶ ἐπάταξεν αὐτήν ἐν στόματι ξίφους καὶ πᾶν ἐνπνέον ὅσα ἦν ἐν αὐτῇ· οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.