Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπεὶ γαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πά καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συνπορευομένους αὐτῷ λέγων αὐτοῖς Προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.

καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ θῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.

καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς, καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων· καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.

καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς, καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων, καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.

Καὶ τὴν Μακηδὰν ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ ἐξωλέθρευσαν πᾶν ἔνπνεον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰν ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἰερειχώ.

Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ [*](19 ἀφῆτε] + αὐτοὺς Α Ι ἀυτῶν 2°] ἀυτῶ sup ras B ? vid 20 πᾶς ὑίος] οἱ υἱοὶ Α | κόπτοντες αὐτοὺς bis scr Α 21 ἐπεστράφη Α | B? (superscr ἦς) | οὐθεὶς] οὐδεὶς Α 22 ἐξαγάγετε] ἐξενέγκατε 23 om και εξηγ. τοὺς πέντε βασιλεῖς ἐκ του σπηλ. B* (hab Ba mg inf A) | Βασιλεις] + τούτους Α | Ιεριμουθ Α 24 τοὺς συνπορ. συμπορ. BbA)] pr καὶ Α | προσπορεύεσθε Α 25 Ιησους μὴ sup ras A a ? (om Ιησους A*) | οὕτως Α 27 ἐνετείλατο] pr καὶ Α | καθεῖλεν Α | κατέφυγον Α | BabA 28 Μακηδα Α (bis) | ἔλαβον Α | μαχαίρας] ξίφους A πὰν ενπν.] pr αὐτοὺς καὶ Α Ι ἐν ἀυτὴ 1°] pr ο ἢν B ab | οὐδεὶς ἐν ἀυτὴ Α 29 Ισραηλ] ο λᾶος ο Α)

442
[*](Β) μετ’ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνά, καὶ ἐπολιόρκει Λεβνά.

καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ βασιλέα αὐτῆς, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους κα πᾶν ἔνπνεον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βααιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῶ βασιλεῖ Ἰερειχώ.