Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβείρ, καὶ περικαθίσαντες αὐτὴν
ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς κα τὰς αὐτῆς, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν καὶ πᾶν ἐνπνέον ἐν αὐτῇ, καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τὴν Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβεὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.
Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναβαὶ καὶ τὴν [*](AF) [*](29 ἐκ] ἐν Α | Λεβνα bis] Λεβμνα Α 30 καὶ 1°] + κݲςݲ A* (ras Α1?) | εἰς χεῖρας] ἐν χειρὶ Α | ἔλαβεν Α | ἐφόνευσαν B ab A | ξιφους] μαχαιρας διασεσωσμένος] pr οὐδὲ εἶ Α | ἐποίησεν Α bis | Ιεριχω] Ιερει sup ras Ιεριχω Α 31 Λεβνα] Λαβμνα Α | περιεκάθισαν Α 32 ἐφόνευσεν Α | λεθρευσεν Α | ἐποίησεν Α | τὴν Λεβνα] τῆ Λαβμνα Α 33 ἀυτῶν] ἀυτῶ Α 34 ἐκ] εἰς B | επολιορκησεν] ἐπολιόρκει Α 36 περιεκαθισαν Α 37 επαταξαν τάξαν Α | πὰν ενπνεον (εμπν. B b ita ubique)] πάντα τὰ ενπνεοντα ἢν] pr καὶ F | τῆ Οδολλαμ AF | om νη 3° F 39 τὰς κωμας] κ. Α πάσας τὰς κ. F | κατέλειπον AF | om ἀυτὴ AF | τῆ Χεβρων AF | καὶ τὼ βασιλέι ἀύτης 1° AF | τὼ βᾶσ’. ἀύτης 2°] + καθαπερ Λεβμνα (Λεμνα F) καὶ τὼ βασιλέι ἀύτης AF 40 Ναβαι] Ναγεβ)
ἀπὸ Καδὴς Βαρνὴ ἕως Γάζης, πᾶσαν τὴν Γόσομ ἕως τῆς Γαβαών.
καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ· ὅτι Κύριος ὁ θεὸς συνεπολέμει τῷ Ἰσραήλ.
Ὡς δὲ ἤκουσεν Ἰαβεὶς βασιλεὺς Ἁσώρ, ἀπέστειλεν πρὸς Ἰωβὰβ βασιλέα Μαρρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα Ἀζείφ,
καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινήν καὶ εἰς τὴν Ῥαβὰ ἀπέναντι Κενερώθ, καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδώρ,