Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἔδωκεν δὲ Λαβὰν Ζέλφαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ τὴν παι- [*](A) δίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ εἶπεν δὲ Ἰακὼβ λαβάν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα σοί; καὶ ἴνα τί παρελογίσω με;

εἶπεν δὲ Λαβάν οὐκ οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἕτη ἕτερα.

ἐποίησεν δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν Λαβὰν Ῥαχἠλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ ¶ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. [*](¶ D)

καὶ εἰσῆλθεν πρὸς Ραχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτε ῥα.

Ἰδὼν δὲ κύριος ὁ θεὸς μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα Διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν ἀγαπήσει με ὁ ἀνήρ μου.

καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν τῷ Ἰακώβ, καὶ εἶπεν ὅτι Ἤκουσεν κύριος ὅτι μισοῦμαι, καὶ ἐν μοι καὶ τοῦτον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Συμεών. §

καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν, καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ [*](§ D) πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Λευί.

καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰουδά. καὶ ἔστη τοῦ τίκτειν.

Ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπεν τῷ Ἰακωβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.

ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ Μῆ ἀντὶ τοῦ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας ;