Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγένετο δὲ ὡς ἴδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα [*](10) Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισεν τὰ πρόβατα λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ραχήλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν.

καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστίν, καὶ ὅτι υἱὸς ’ [*](§ ¶ D) ἐστίν· § καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.

καὶ ἐγένετο ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους.

καὶ εἶπεν αὐτῶ Λαβάν Εκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἰ σύ· καὶ ἦν μετ’ αὐτοῦ § § μῆνα ἡμερῶν.

εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν.

τῷ δὲ Λαβὰν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ.

οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει.

ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχήλ, κα εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς Ῥαχήλ, νεωτέρας.

εἶπεν δὲ αὐτῷ Λαβάν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ’ ἐμοῦ.

καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἣ.

εἶπεν δὲ Ἰακὼβ τῷ Λαβάν Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν.

συνήγαγεν δὲ λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.

καὶ ἐγένετο ἑσπέρα· καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν [*](DE 9 κα] + ἴδου D sil E | om ἀυτὴ γὰρ εβοσκεν...του πατρὸς ἀύτης E 10 om θυγατερα...Ιακωβ 2° Ε | ἀδελφοῦ Ι°] ελφθου ελφου sup ras Ρl litt A 1 12 Ιακωβ E | om του Trarpos E | καὶ 3°] η ’δε Ε | ἀπήγγειλεν] ἀνήγγειλεν 13 καὶ εγενετο] ἐγένετο ’δε Ε Ι του υἱοῦ τῆς sup ras Α 1 | αὐτοῦ 2°] ἀυτῶ ἐφίλησεν αὐτὸν Ε Ι om αὐτὸν 2° Ε Ι τὼ Λαβαν] om τὼ E 14 ὀστέων 15 ειπεν δε] κα εἶπεν DE 16 Λεια D sil] Αἴα AE 17 Αἴας E (fere ubique) | τὼ εἴδει κάλη Ε Ι τῆ ὄφει] + σφόδρα Ε (om D) 18 περι] ὕπερ D 19 om ἀυτῶ D | δουναι με I° AD (...ov δοῦν...)] με δοῦναι E | ἑτέρω ἀνδρὶ 20 κα ἐδούλευσεν] ἐδούλευσεν ’δε Ε | ἔπτα ετ] ἔτη ἔπτα D + καὶ ἤσαν ἐνάντιον αὐτοῦ ὦ ὤσει E) ἥμεραι ὀλίγαι πάρα τὸ ἀγάπαν αὐτὸν αυτην D sil (...v αὐτοῦ..,. o αγαπ....D) E 21 τὼ Λαβαν] πρὸς Λαβαν E | om μοι E | om μου 2° E 23 ὡς ’δε ἐσπέρα ἐγένετο E Ι om καὶ ο E Ι λαβων] + DE I πρὸς ἀυτὴν 1.] 1. πρὸς ἀυτὴν E)

53
Ἰακώβ.