Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβεν λίθον ὃν ἔθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.

καὶ ἐκάλεσεν Ἰακὼβ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ· καὶ Οὐλαμμαὺς ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.

καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων Ἐὰν ἦ Κύριος ὁ θεὸς μετ’ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι,

καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς θεόν·

καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ· καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ κοὶ Ἠσαύ.

καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. ἦσαν ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπὶ τὸ αὐτό· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος.

καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

εἶπεν δὲ αὐτοῖς Ἰακώβ Ἀδελφοί, πόθεν ὑμεῖς; οἱ δὲ εἶπαν Ἐκ Χαρράν ἐσμεν.

εἶπεν δὲ αὐτοῖς Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν Γινώσκομεν.

εἶπεν δὲ Ὑγιαίνει; οἱ δὲ εἶπαν Ὑγιαίνει. ἔτι αὐτοῦ λαλοῦντος καὶ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

καὶ εἶπεν Ἰακώβ Ἕτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.

οἱ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσωσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ Φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.

ἔτι αὐτοῦ [*](18 ὑπέθηκεν D sil Ι om ἔκει E 19 Ιακωβ AD ωβ)] om E | Ουλαμμαους DE* Ουλαμβανους Ε a?) 20 om ο θεος E Ι πορεύομαι] + ἐν ἀυτὴ D δώῃ E | περιβαλέσθαι] ἐνδύσασθαι E 21 μέτα μετα ἀποστρέψει με E | κݲςݲ μοι D 22 ἔαν] ἀν’ E Ι αποδεκατωσοι Α xxix 1 τον υἱὸν Βαθουηλ] ’τον του B. E | om δε E | μητρος] pr της DE 2 επι τὸ αὐτὸ] ἐπ’ αὐτοῦ D sil om Ε | εποτισοντο E | τὼ στοματι] του στόματος D 3 συνηγάγοντο E ἀποκαθίστων E | τὸ στόμα] τὼ στόματι D 4 Χαρρας Ε 5 + Ιακωβ E οm ἔτι αὐτοῦ λαλ. D sil | om καὶ ἴδου Ραχηλ...προβατων D | om ἀυτὴ γὰρ εβοσκεν...του πατρὸς ἀύτης E 7 πρόβατα] κτήνη E 8 οἱ ’δε ειταν] εἶπαν ’δε D Ι ἀποκυλίσωσιν DE | om του φρέατος E)

52
[*](Α) λαλοῦντος αὐτοῖς, καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ [*](¶ D) πατρὸς αὐτῆς.