Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν κύριε ὁ θεὸς τοῦ κυρίου Ἀβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ.

ἰδσὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ·

καὶ ἔσται ἡ παρθένος ἧ ἄν ἐγὼ εἴπω Ἐπίκλινον τὴν [*](¶ ℵ) ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι Πίε σύ, καὶ τὰς καμήουστ ¶ σου ποτιῶ ἕως ἄν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραίμ. [*](§ D) §

καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μέλχας τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἀβγραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.

ἠ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα. παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν αὐτῆς, καὶ ἀνέβη.

ἐπέδραμεν δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς [*](§ℵ) §καὶ εἶπεν Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.

ἡ δὲ εἶπεν Πίε, κύριε· καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων.

καὶ εἶπεν καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἄν ¶ πᾶσαι πίωσιν.

καὶ ἕσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν ἐπὶ τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι ὕδωρ, καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.

ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτήν, καὶ παρεσιώπα τοῦ γνῶναι ἢ εὐόδωκεν Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.

ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι ¶ πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς· δέκα χρυσῶν ὁλκὴ αὐτῶν.

καὶ [*](ℵD 9"/> Αβρααμ Α a? mg 10 ἑαυτοῦ κ. ἀνάστας] ε, ς evan in ℵ 11 μισεν ℵ 12 του κυρίου 1°] + μου ℵ 14 ἐπίκλινον] + μοι (hab ℵ c.a) Ι om σὺ ℵ | πιννουσαι Α 15 αὐτὸν ℵD | αὐτὸν sup ras Α 1 16 πηγὴν] post π ras Ι lit Α | om ἀύτης D 17—18 cod ℵ supersunt fragmm tantum levissima 18 ἕως] + οὐ 20 ἔπι 2°] pr ἔτι D Ι om ὕδωρ D 21 η 1° AD | οδωκεν κݲςݲ ras Α 1 | εὐόδωσεν D ωσεν D) 22 om πάσαι D (Dvid) | αἰ κα.. D Ι δραχμῆς Α)

39
ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν Θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ [*](Α) ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;

καὶ εἶπεν αὐτῷ Θυγάτηρ Βαθουήλ εἰμι ἐγὼ τοῦ Μέλχας, ὃν ἔτεκεν αὐτῷ Ναχώρ.

καὶ εἶπεν § αὐτῷ καὶ ἄχυρα καὶ χόρτασμα πολὺ παρ’ ἡμῖν, καὶ τόπος τοῦ [*](§ ℵ) καταλῦσαι.

καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ καὶ εἶπεν

Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Ἀβραάμ, ὅς οὐκ ἐγκατέλειπεν γ’ δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου [*](¶ ℵ) μου· ἐμὲ εὐόδωκεν Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.

καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.

τῇ δὲ Ῥεβἐλλᾳ ἀδελφὸς ἦν ᾦ ὄνομα Λαβάν· καὶ ἔδραμεν Λαβὰν πρὸς τὸν ἄνθρωπον ἵξω ἐπὶ τὴν πηγήν.

καὶ ἐγένετο ἡνίκα ἴδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ, καὶ ὅτι ἤκουσεν τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ οὕτως § λελάληκέν μοι ὁ ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν § ἄ ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς·

καὶ εἶπεν αὐτῷ Δεῦρο εἴσελθε, εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.