Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.

ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρʼ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.

τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.

ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον· ἤθους γὰρ καὶ τρόπου εἰσίν, ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἷον τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι, οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.

ὅπου δὲ κοινὰ τὰ ἐπινοήματα, οὔτε ἡ λέξις οὔτε τὸ σχῆμα τὸ αὐτό· ὅταν γὰρ εἴπῃ, ἔννοιά ποθʼ ἡμῖν

ἐγένετο, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οὐχὶ δίκας ἔδοσαν, καὶ πάλιν, οἱ δὲ κἂν ὁποσονοῦν ἄρχοντες διαγένωνται· οὐ γὰρ εἶπεν, οἱ κατὰ κράτος ἑλόντες τὰς πόλεις καὶ τὰς ἀρχὰς ἰσχυροτάτας ἑαυτοῖς καταστησάμενοι.

ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδʼ ἂν προσέλθοι διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.

τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον, οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.

δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς

καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.