Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν διʼ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπʼ αὐτῆς· οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς· πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλʼ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφʼ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν,

Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτʼ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλʼ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντʼ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.

ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφʼ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά

τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.

ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.

πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλʼ οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλʼ οὐ τὸ σχῆμα τὸ αὐτό.

εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν, ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα

τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.

ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.

τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.

οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλʼ ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλʼ] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ

τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.