Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, οὔτε τὸ ἀλλʼ ἔμοιγε δοκεῖ· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν ἀλλʼ ἔμοιγε δοκεῖ. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον δοκεῖ δʼ ἔμοιγε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως ἀλλʼ ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν,

ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δʼ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.

ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι, οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν ἢ δεινότατα ἁπάντων ἢ ἐφʼ ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς; τοῦτο δʼ εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλʼ ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; ὅσα δὲ ἐπεὶ ἐπʼ ἀνδράσιν ἐγένετο. οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει·

ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι· καὶ τὸ πολλὰ νοήματα καθʼ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.

καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.

δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.

οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ

δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.

καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. τίσι ποτὲ λόγοις· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατʼ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλʼ οἱ γραψάμενοι Σωκράτην. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, ἀδικεῖ μέν, ἀδικεῖ δέ.

εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλʼ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατʼ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει;