Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.

εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν.

τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δʼ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ

οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ

ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆς

τύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;

ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ

Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν

εἴ τις καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστʼ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημμελοῦντες ὧν ἄρχουσιν ἢ μὴ δικαίως ὑπʼ ἐνίων ἀμελεῖσθαι; οὔκουν οἵ γʼ ἵπποι τοὺς μὲν οὐδεπώποθʼ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δʼ ἐφεστῶτας

μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δʼ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπʼ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδʼ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδʼ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρʼ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλʼ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδʼ ἀφανίσαι· ἔστι δʼ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδʼ ἀναμάρτητον· ὅσα δʼ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατʼ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτʼ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρʼ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθα

μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.

οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς

οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ

λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως

οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐ

γὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ

εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοὶ, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ἐνταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μόνον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα γε αὐτὸς ὠνόμακε, γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι· ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλʼ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς ἃ θεὶς ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ
μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν, ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δʼ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτʼ Ἀθήνησι μήτʼ

ἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδʼ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθʼ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλʼ εἰ δυνατὸν ἢ μὴ καὶ φύσιν ἔστʼ ἔχον συμβῆναι, τοῦτʼ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα

καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δʼ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτʼ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δʼ ὑπʼ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτʼ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, — οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν

ἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε, δυνατὸν δʼ ἐστὶ καὶ δικαίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιοσύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ τοῦ Ὁμήρου συμβαίνειν

καί τι ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον.
τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθορώς. ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκείνων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδʼ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διʼ αὐτὸ τοῦτο οὐδʼ ἐκείνους ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπʼ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους ὑφʼ ὧν μηδʼ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δʼ οὕτω

θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπʼ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναί ἐστιν, οὐδʼ Ἀριστείδης προὔστη καλῶς·

οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλʼ ἐξέπεσε, προσθήσω δʼ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδʼ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλʼ ἐξοστρακισθεὶς ὑπʼ αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβολον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐστήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδʼ εἴ τις ἄλλος, ἅμα τʼ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο· εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδʼ Ἀριστείδην ἐλλόγιμον μηδʼ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστʼ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, ὅ γε Ἀριστείδης ὑπεναντίως ὑπʼ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτʼ ἄγει τὸν κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώπους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον ὁ κυβερνήτης ἐκεῖνον ἔσωζεν ὁ σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελαγῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλʼ ἐῶ ταῦτα. ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν ὁ κυβερνήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδʼ

ἀμφισβητεῖ, σὺ δὲ χρῇ τούτῳ παραδείγματι, ὥσπερ ταπεινοτέρους

τι ταύτῃ ποιήσων τοὺς ῥήτορας, εἰ πάντες εἴκουσιν αὐτοῖς. καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης ὑποχωρεῖ τῷ ῥήτορι οὐδὲ ἔχοι τις ἂν αὐτὸν νουθετῶν εἰπεῖν, ὥσπερ ἐν ἀγῶνι παρʼ ἀξίαν εἴκοντα. ὦ οὗτος, ὅρα τί ποιεῖς· ὁ ῥήτωρ οἰχήσεται τὸν στέφανον λαβών· οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι. καὶ γὰρ οἶδε καὶ οὐ δεῖται τοῦ διδάξοντος, τοσοῦτόν γε νοῦ μετέχων, ὅτι αὐτὸς τῶν μὲν ναυτῶν ἐστιν ἄρχων, τῶν δὲ ἐμπλεόντων διάκονος καὶ ὑπηρέτης. καὶ τῶν γε καιρῶν τοσοῦτον αὐτῷ μέτεστιν, ὅσον τοῖς ἐγνωκόσι πλεῖν σημῆναι, καὶ νὴ Δία ὁρμοῦντας ἐπʼ ἀκτῆς ἀναστῆσαι προσάγοντος τοῦ πνεύματος· τὸ δὲ ὁπότε πλεῖν ἄμεινον καὶ ὁπότε οἴκοι μένειν καὶ ὅποι καὶ ὑπὲρ ὧν πλεῖν οὐδὲν οὔτε ἰδεῖν ὢν ἑτέρου μᾶλλον δυνατὸς οὔτε συμβουλεῦσαι κύριος. τὸ δὲ τοῦ ῥήτορος οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ὥσπερ οἱ κυβερνῆται τῶν ναυτῶν ἄρχουσιν, οὕτως αὖ τῶν κυβερνητῶν οἱ ῥήτορες ἄρχουσιν, ὅταν τὰ κράτιστα δεήσῃ νεῶν. καὶ τοσούτῳ γέ τι τῶν κυβερνητῶν οἱ ῥήτορες κυριώτεροι ἢ τῶν ναυτῶν ἐκεῖνοι, ὅσον οἱ μὲν πλεόντων εἰσὶ κύριοι τῶν ναυτῶν, οἱ δὲ καὶ αὐτοῦ τοῦ πλεῖν ἢ μὴ τοὺς κυβερνήτας· μᾶλλον δὲ ἀμφοτέρων εἰσὶ κύριοι, καὶ τῶν κυβερνητῶν καὶ τῶν ἐμπλεόντων, οἱ ῥήτορες. διδάσκουσί γε καὶ πείθουσιν ἐξ ἀρχῆς πότε καὶ ποῖ πλευστέον· καὶ πάλιν ἡνίκα ἂν
τούτου δέῃ κωλύουσιν. ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, οὐδὲ τοὺς ἐν τῇ νηὶ σκοπεῖν οἴεται δεῖν ὁ κυβερνήτης, ἀλλὰ τὸ σχῆμα προσεξετάζειν τοῦ πράγματος, ὥσπερ ὁ δήμιος οὐκ ἀξιοῖ μεῖζον τοῦ δικαστοῦ φρονεῖν οὐδὲ ἴσον,

ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλʼ ὅτι καὶ αὐτὸς, ἀλλʼ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετʼ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ ὁ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλʼ ἐάν τινες καὶ ναυαγίας συμβάσης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. ὁ δὲ ῥήτωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον· ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κράτος τῷ ῥήτορι. καὶ ὁ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλʼ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ἢ ζῆν· ὁ δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ

παράδειγμα, ὅταν δυοῖν ὄντοιν ὁ μὲν ἀμφοῖν ᾖ σὺν τῷ δικαίῳ κύριος, ὁ δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα ὁ κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰγίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, ἢ τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον. ἀλλʼ ὁ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶ

κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις

πλείστους ἀθρόους οὐκ ἔσωσεν ὑπὲρ χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σώζει οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες αὐτοὶ καὶ πόλεις, οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαὶ τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. καὶ ὁ μέν γε κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ, τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις. ποίοις, ὦ Γοργεία κεφαλή; μέχρι μὲν γὰρ ἁπλῶς μηχανοποιός ἐστι, μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλʼ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες· εἰ δὲ μέλλει καταχώσειν τοῖς λόγοις, τίς ἡ τούτων προεστηκυῖα δύναμις; οὐκοῦν ὅτε καὶ μηχανοποιῷ ῥητορικὴ χρήσιμον, εἴ γέ τι μέλλει περὶ τῆς τέχνης ἕξειν εἰπεῖν, πῶς οὐ πανταχῆ ῥητορικὴ χρήσιμον; ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα, ἀκόλουθα δὲ ὅμως ποιεῖ καὶ παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων. εἰ μὲν γὰρ οὐ ταύτην λέγεις γυμναστικὴν, ἀλλʼ ἁπλῶς τὴν ὁπωσοῦν τὸ σῶμα κινοῦσαν, πάντες ἄνθρωποι μετέχουσι γυμναστικῆς· πάντες γὰρ ὁπωσοῦν κινοῦνται. καίτοι θαυμάσαιμʼ ἂν εἰ πάντας ἀμείνους εἶναι συγχωρητέον τῶν
ἰατρῶν καὶ τεχνικωτέρους χρῆσθαι σώματι. εἰ δὲ ἧς οἱ παιδοτρίβαι προεστᾶσι περὶ ταύτης λέγει, πῶς γε ἔνι ταύτην εἰς ταυτὸν ἄγειν ἰατρικῇ; πᾶσι γὰρ ὑπάρχει ἰδεῖν τοῦθʼ ὅτι χωρὶς μὲν παιδοτριβῶν πολλὰ γένη τῶν

ἀνθρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δʼ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλʼ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ ἡ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, ὦ βέλτιστε—οὐδὲν γὰρ οὐδʼ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν—ὁ μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δʼ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν αὑτῷ, ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα. ὁ δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλλαν εἴποις· οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης ἢ τῆς λίμνης ἢ τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ· τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυνατὸν τῇ τέχνῃ· καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζόμενος καὶ βαδίζων ὁ αὐτός ἐστιν. ἆρʼ ἴσα πρὸς ἴσα ἀμειβόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, ὦ θαυμάσιε, νεῖν μὲν καὶ σύες καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ

γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπινεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δύναμιν οὐ λαγωοῖς καὶ πιθήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν ὁ πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέσιν, οὔθʼ ὅσα ἐν θαλάττῃ οὔθʼ ὅσα κατʼ ἤπειρον οὔθʼ ὅσα ὑπερπέταται, ἀλλʼ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευτέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, διʼ ἓν τοῦτο ὃ

ῥητορικὴ παραλαβοῦσα ἄγει καὶ κοσμεῖ τὸν ἔχοντά τε καὶ τοὺς χρωμένους αὔξουσα τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ. καίτοι εἰ τοσαῦτα Πλάτων ἐπέδειξεν ὑπὲρ τοῦ κολακείαν εἶναι ῥητορικὴν, ὅσα νῦν ἡμεῖς ὑπὲρ παντὸς τοῦ ἐναντίου δείκνυμεν, οὐκ οἶδʼ ὅπως ἄμεινον ἐπιστώσατο τὸν λόγον. εἰ δὲ οἴεται παραδειγμάτων φαυλότητι καταισχύνειν αὐτῆς τὴν ἀξίαν, ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητά· δύναιτο δʼ ἄν τις τὸ τοῦ Ὁμήρου σώζων ἔπος πρὸς ἔπος τὸ ὅμοιον ἀνταποδιδοὺς ὑπολαμβάνειν, τί δαί; οὐχὶ καὶ αἱ τιτθαὶ τοῖς παιδαρίοις ταῦτα λέγουσι καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδαγωγοί; ὑπερεμπίπλασθαί σε οὐ χρὴ καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς ὅτι χρὴ κοσμίως καὶ τοῖς

πρεσβυτέροις ὑπανίστασθαι καὶ τοὺς γονέας φιλεῖν καὶ μὴ θορυβεῖν μηδὲ κυβεύειν μηδʼ ἴσχειν, εἰ βούλει, τὼ πόδʼ ἐπαλλάξ· ἀλλʼ ὅμως οὐ διὰ ταῦτα μέγα φρονοῦσιν αἱ τιτθαὶ οὐδὲ ἀξιοῦσι πρὸ τῶν φιλοσόφων εἶναι. ὥστε ἣν ἂν πλείστου θῇς ἀξία δυοῖν ἴσως ἢ τριῶν μνῶν. οἱ δὲ παιδαγωγοὶ καὶ ὑποβαρβαρίζοντες ταῦτα νουθετοῦσιν οἱ πολλοὶ καὶ φέρουσιν ἐνίοτε ἀντὶ παιδαγωγῶν θυρωροὶ γιγνόμενοι τοῖς αὐτῶν δεσπόταις, ὁπόταν καταλύσωσι τὴν τέχνην· καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἕξουσι δυσκολαίνουσιν, οὐδέ γε ἐκεῖνο λέγουσι, τί δή ποτε αὐτοὶ μὲν ὁσημέραι βοῶντες καὶ κονδυλίζοντές γε ἐνίοτε καὶ οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες οὐκ ἀνεσπάκασι τὰς ὀφρῦς, οὐδὲ εἰς τὴν προεδρίαν ὠθίζονται, οὐδὲ τὴν τοῦ τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων ἐπίστασθαι δόξαν οὐδέπω καὶ νῦν εἰλήφασιν· οἱ δὲ φιλόσοφοι σεμνύνονται καὶ γαυριῶσι καὶ πρωτείων ἀντιποιοῦνται καὶ μεγάλους αὑτοὺς ἄγουσι καὶ ταῦτα λέγοντες ἐν αὑτοῖς, καὶ οὔτε
τοῖς ῥήτορσιν ὑπείκουσιν οὔτε τοῖς παιδαγωγοῖς ἴσον οἴονται δεῖν φρονεῖν. ἀλλʼ οὔτε ταῦτα ἔχει λόγον ὑγιᾶ κἀκεῖνα

τούτοις ἔοικεν. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μειρακιῶδες. οὐ μὴν ἀλλʼ ἔν γε τοῖς ἄνω λόγοις ἐπειρώμην δεικνύειν ὅτι ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους αὐτῆς ἰδεῖν ἔστιν. ἔστι μὲν γὰρ δή που ῥητορεύειν τὸ τὰ δέοντα ἐξευρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν, ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· ἀντὶ δὲ αὖ τῆς δικαιοσύνης τὸ πρέπον τίθει. τοῦτο δέ ἐστιν ὁποῖα ἄττα καὶ ὁπόσα ἑκάστῳ προσήκει τῷ πράγματι σῶσαι. ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται. τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει καὶ ὑπερφρονεῖ. εἶεν. ἐχόντων δὴ τούτων οὕτως τίνος ὧν εἶπον λαβόμενον κακίζειν ἔνεστι τὴν ῥητορικήν; ἢ τίς ἄμεινον καὶ καθαρώτερον ἐκ τῶν εἰκότων ἀνθρώπῳ προσφέροιτʼ ἂν ἢ ὅστις δύναιτο

ὁποίους χρὴ καὶ ὁπόσους καὶ πρὸς ὁποίους καὶ οὕστινας δεῖ ποιεῖσθαι τοὺς λόγους, ἢ πῶς ἔξω τῆς τοιαύτης δυνάμεως ἔνεστιν ἢ πολλοῖς ἢ ὀλίγοις ὀρθῶς διαλεχθῆναι; ἢ πῶς ἀδελφῷ προσομιλεῖν, νεωτέρῳ ἢ πρεσβυτέρῳ λέγω, ἢ πῶς γονεῦσιν, ἢ πῶς ἑταίροις, ἢ πῶς εἰδόσιν, ἢ πῶς ἀγνοοῦσιν, ἢ πολεμίοις, ἢ συμμάχοις, ἢ τρυφῶσιν, ἢ δεομένοις, ἢ μυρία ἄν τις ἕτερα ἐπιδιαιροῖ; ὁ γὰρ τὸ πρέπον τῶν λόγων ἐξητακὼς πανταχοῦ καὶ τὸν καιρὸν εἰδὼς καὶ δυνάμενος ταῦθʼ ὥσπερ οἶδε καὶ περαίνειν, οὗτός ἐστιν ὁ μόνος πᾶσιν οἷς εἶπον χρῆσθαι δυνάμενος, οὗτος ὁ νουθετῶν ἀνύτειν, οὗτος ὁ κατηγορῶν πιστεύεσθαι, οὗτος ὁ πανταχοῦ κρείττων τοῦ κατὰ ταῦτα ἀπολειπομένου. καὶ μὴν ὅ γε εἰδὼς τί δεῖ λέγειν οἶδε τί δεῖ σιωπῆσαι καὶ πότʼ

ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν

προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.

ταῦτʼ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλʼ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ

μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτηρά τε ἔργων,
ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
    οὔπω εἰδόθʼ ὁμοιίου πολέμοιο,
  1. οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν,
τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δʼ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, ὁ δὲ ἀνθʼ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν
τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,

οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν·

    ὁ δʼ ἀσφαλέως ἀγορεύει,
  1. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν.
εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κολακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδονῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυναμένων, ἀλλʼ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλʼ αἰδούμενος. τοῦ γὰρ τοιούτου καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δʼ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη
    καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  1. ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο,
  2. γιγνόμενόν τʼ ἐσίδωσι διοτρεφέων βασιλήων,
  3. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν,
  4. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  5. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  6. ἰθείῃσι δίκῃσιν· ὁ δʼ ἀτρεκέως ἀγορεύων
  7. αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·
σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρότερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα

τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι

    τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  1. βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι,
  2. ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι·
δύʼ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρονος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, ὥστε διαιρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν
αὖθις ὡς οὐχ ὑπʼ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέφρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δʼ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βασιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρʼ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρονες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵνʼ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλʼ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτερον ὡσαύτως. οὕτω καὶ τοῖς παρʼ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμάτων μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρʼ ἡμῖν τἀληθές ἐστιν.

εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται

πίστις, ἵνʼ ὡς ἀληθῶς καὶ τὴν τοῦ Ἀμφίονος ῥῆσιν ἀνταποδῶ καὶ τὸν Ζῆθον ἀναμνησθῶμεν εἰπεῖν, εἰ μὴ κατὰ

τὸν Εὐριπίδην εἷς ἀμφοτέρους ποιήσει τοὺς λόγους, ἀλλὰ κατʼ αὐτοὺς ἐκείνους διελώμεθα. νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή. οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται, οὐδὲ γὰρ ἦν οὐδὲν τὸ συνάγον, ἀλλʼ οἱ μείζους τοὺς ἐλάττους ἦγον, οὔτε τοῖς ἄλλοις ζώοις εἶχον ἀνταρκεῖν· πᾶσι γὰρ πάντων ἀπελείποντο ἄλλοτε ἄλλων, τάχει μὲν τῶν πτηνῶν ἁπάντων—ὅπερ οὖν Ὅμηρος ἔφη τοὺς Πυγμαίους πάσχειν ὑπὸ τῶν γεράνων, πᾶσι τοῖς τότε ὑπὸ πάντων συνέβαινε τῶν ἀλκίμων ὀρνίθων— κατʼ ἰσχὺν δʼ αὖ πόρρω καὶ τῶν λεόντων καὶ τῶν κάπρων καὶ πολλῶν ἄλλων ἦσαν· ὥστʼ ἀπώλλυντο σιγῇ. καὶ μὴν τῇ γε κατασκευῇ τοῦ σώματος οὐ μόνον τῶν προβάτων, ἀλλὰ καὶ τῶν κοχλιῶν ἀπελείποντο, οὐδεὶς αὐτῶν ὑπάρχων αὐτάρκης. φθειρομένου δὲ οὕτω τοῦ γένους καὶ κατὰ μικρὸν ὑπορρέοντος κατιδὼν ὁ Προμηθεὺς ἀεί πως ὢν φιλάνθρωπος ἀνέρχεται πρεσβευτὴς ὑπὲρ τῶν ἀνθρώπων, οὐχ ὑπὸ τῶν ἀνθρώπων πεμφθεὶς, οὐδὲ γὰρ πρέσβεις
πέμπειν ἦν πω τότʼ εἰδέναι, ἀλλʼ αὐτὸς ἀφʼ ἑαυτοῦ. ὁ δὲ Ζεὺς τοῦ τε Προμηθέως ἀγασθεὶς δίκαια λέγοντος καὶ ἅμα καθʼ ἑαυτὸν εἰληφὼς λογισμὸν τοῦ πράγματος, τῶν αὑτοῦ παίδων Ἑρμῆν κελεύει ῥητορικὴν ἔχοντα ἐλθεῖν εἰς ἀνθρώπους. ὁ μὲν οὖν Προμηθεὺς καθʼ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τἄλλα μέλη τοῦ σώματος ἦν συμπεπλακὼς πρότερον, τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν, ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλʼ ἐπιλεξάμενον τοὺς ἀρίστους, καὶ γενναιοτάτους καὶ