Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν ἢ συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλʼ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν, ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δʼ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλʼ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δʼ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ τἀναντία πραττόντων οἷς ἡ ῥητορικὴ βούλεται. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν. ἔστω ταῦτα. ἆρʼ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέτερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτʼ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκράτης ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, σὺ δʼ ἄρα ἀδικεῖσθαι βούλοιο ἂν μᾶλλον ἢ ἀδικεῖν; καὶ ὃς ἀμείβεται, Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη

ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδʼ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαι

κρεῖττον ἢ ἀδικεῖν. εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατʼ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγαθὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος, εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθʼ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δʼ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται

ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι, μηδενὸς ὄντος ἐφʼ ὃν τοῦτʼ ἔρχεται. ὥσθʼ ἡ ῥητορικὴ τὸ ἀδικεῖσθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δʼ ἀδικεῖν βεβαιώσει, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλʼ ὅπως μηδʼ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.

ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλʼ οὐδʼ ἕτερον ἐάσει· οὐδʼ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλʼ οὐδʼ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθʼ ὃν

αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθʼ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθʼ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθʼ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτʼ ἄγει. οὐ μὴν ἀλλʼ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδʼ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γʼ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφʼ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλʼ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότʼ οὖν τοῦτʼ ἂν γένοιτο; τίς ὁ καιρὸς

αὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδʼ ἐνταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν

διαλέξομαι, οὐδʼ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλʼ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδʼ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδʼ ὁπόσα ἐστὶ καὶ γίγνεται μηδὲν χρηστὸν, ἀλλʼ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστʼ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφʼ ἧς μηδʼ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γʼ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πατρὸς αὐτοῦ, τοὺς δʼ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας, ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην, ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις,
βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς

προδότας ἔδει τιμᾶν, ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵνʼ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαντες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τʼ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας ἃ δεῖ πάσχειν λέγουσι· καὶ ῥητορεύεις καθʼ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοίμια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν. εἰ γὰρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μηδεὶς ἀδικήσεται; οὐκοῦν ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται. καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ

Πλάτωνι πρόσεστιν· ἃ δʼ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δʼ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν.

ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλʼ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἷον εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον, ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς; ἢ εἰ μὴ τότε, ἀλλʼ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀποδημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον

αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσσεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ; εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβητοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί; ὅτι, οἶμαι, ** φῆσαι, μᾶλλον δʼ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, —οὐ γὰρ προεδρία γʼ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλʼ ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν—ἀλλʼ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρʼ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα· καὶ τὸ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. τὴν δʼ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις

καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτʼ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τʼ εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτʼ οὐδὲν σπουδαῖον τοῦτʼ εἶναι φήσομεν, οὐδʼ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δίʼ ἓν μέγα τοῦτʼ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν; ἆρά γε καὶ μειζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπούμενος ἐξ ὅτου τρόπου μηδʼ ἄλλος δίκην παρʼ αὐτοῦ λήψεται; καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματʼ ἂν εἴποι τις ταῦτʼ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ, οὐ τὸν εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλʼ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν ἦν αὐτῶν.

φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δʼ ἐκ τῆς μακρᾶς ἐπιστολῆς. ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ μικροῖς, εἴτʼ οὖν πάθοι τι εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπὼν, Ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι

τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει· φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ

πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι. ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκείνου γνώμην, ἀλλʼ ὁ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχθέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, ὦ Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδʼ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς· ταῦτα δʼ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, ὦ Πλάτων, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτʼ εἰπεῖν ἂν νομίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν ἢ παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δʼ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτʼ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδικήσεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρʼ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,

εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους. ἔτι δʼ αὖ τὸ πλέον τῷ παντὶ πεποίηκας, εἴ γε μὴ μόνον δῆμον μηδὲ δικαστὰς, ἀλλὰ καὶ τυράννους ὑπὲρ τούτων μὴ δεῖ φεύγειν

μεταπείθειν καὶ τοσοῦτον ὑπερορίους. αὐτὴν τοίνυν ὅλως τὴν ἐπιστολὴν τοῦ χάριν ἢ πειθοῦς γέγραφε; καὶ μὴν αὐτό γε δηλοῖ τὸ πρᾶγμα καὶ τῆς ἐπιστολῆς αὐτὸς πολλαχοῦ. καὶ γὰρ τὸ ὧν χάριν ἦλθε διεξιέναι καὶ προσομολογεῖν ὅτι διὰ τοῦτο διεξέρχεται ὅπως τὴν ἀληθῆ δόξαν περὶ αὑτοῦ παραστήσειε πείθοντός ἐστιν. οὐκοῦν καὶ ἵνα πείσῃ γέγραφε καὶ γράφων τοῦ πεῖσαι χάριν φησὶν ἀπελθεῖν, μή τι πάθοι Δίων ἔρημος λόγων. πῶς οὖν αἰσχρὰ ποιοῦσιν οἱ ῥήτορες; ἢ καθʼ ὁπότερον τούτων φαῦλον ἡ ῥητορική; πότερον καθʼ ὃ τοῖς ἀδικουμένοις πέφυκε βοηθεῖν, κἂν ἀδοξία τις καὶ κίνδυνος προσῇ; ἀλλʼ ὅτι τοῦ γε λόγῳ πείθειν καταφρονητέον; ἀλλʼ αὐτὸς ὡς λόγῳ πείσων, ἔργῳ φῂς κινδυνεῦσαι. καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ὁ Δίων σοι λέγει, ἦλθες δή που ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. τί οὖν; εἴ τις μεταστρέψας ὡδὶ φαίη πρὸς αὐτόν σε, Καὶ πλεῖν μὲν εἰς Σικελίαν καὶ πάσχειν ὁτιοῦν οἴει δεῖν ὑπὲρ τοῦ τινὰ πεῖσαι ὡς χρή τινα τῶν ἐπιτηδείων οἴκοι μένειν· εἰ δέ τις μηδʼ ὅσον Ἀθήνηθεν Μέγαράδε, ἀλλὰ μηδʼ ἐλθεῖν ποι τὸ παράπαν δέον, ἀλλʼ οἴκοι μένοντα τοὺς ἑαυτοῦ σῶσαι, τὴν ἐπὶ τούτῳ δύναμιν μεταχειρίζεται, οὐκ οἴει τοῦτον δόξαν κακίας ἀποπεφευγέναι πᾶσαν; πάλαι
γε καὶ παρʼ αὐτῷ σοι, εἴπερ γέ τι τῶν προειρημένων ὄφελος. πῶς οὖν ὁμοῦ μὲν ὁ μὴ βοηθῶν τῷ λόγῳ δόξαν κακίας ἐξοίσεται, ὁμοῦ δʼ ὁ βοηθῶν δόξαν κακίας οὐ φεύξεται; οὐ τοίνυν τοῦτο λέγεις ὅταν καλῇς κολακείαν τὴν

ῥητορικὴν ᾗ ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δʼ ἃ νῦν ἡμεῖς ἐρωτῶμεν, τίς ὦ πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτʼ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθʼ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἃ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ

τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστʼ εἰ δεῖ καὶ τοῦτʼ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράττοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστʼ ἀδικῶν ἐν τοῖς ἐσχάτοις ᾖ κακοῖς, ἢ πολὺ τοὐναντίον προτρέπων καὶ θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράττοντας ἐπʼ αὐτὸν ἔχοι· καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκοπεῖν καὶ τό γʼ ἐφʼ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος· ὡς ἐπειδήπερ αὐτὸν ἔχων ὁ Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ

καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτόν; καίτοι εἴ γε τοὺς ἐχθροὺς καὶ οὓς καθʼ ὑπερβολὴν μισεῖ τις ἐατέον ἦν ἀδικοῦντας, καὶ ἡ ῥητορικὴ φαῦλον καὶ ἄχρηστον ἡ δίκην ποιοῦσα παρʼ αὐτῶν εἶναι λαμβάνειν καὶ μὴ ἐῶσα προχωρεῖν ὡς ἐπὶ πλεῖστον, χρῆν δήπουθεν αὐτὸν μάλιστα μὲν διακωλύειν τὸν Δίωνα, ἑταῖρόν γε αὐτοῦ καὶ μαθητὴν ὄντα, καὶ ὑπομιμνήσκειν ὧν ποτʼ ἤκουσεν, εἴπερ ἤκουσεν, εἰ δὲ μὴ, τότε ἐπὶ τῶν ἔργων διδάσκειν ὅτι χρὴ φέρειν σιγῇ καὶ σκοπεῖν ὅπως μὴ μόνον αὐτὸς στερήσεται τῆς πατρίδος καὶ τῶν αὑτοῦ ὑπὸ Διονυσίου, ἀλλὰ καὶ ἄλλοι πολλοὶ καὶ ταῦτα καὶ τοιαῦθʼ ἕτερα πείσονται διὰ τέλους καὶ μὴ διαλείψει πάντας ἀνθρώπους ἀδικῶν Διονύσιος· καὶ ὅπως γε μὴ μόνον Σικελίας ἔσται τύραννος, ἀλλὰ καὶ Καρχηδόνος καὶ Λιβύης, εἰ οἷόν τε, καὶ συμπάσης νὴ Δία τῆς γε Εὐρώπης, εἰ δέ τις εἴη μηχανὴ, καὶ τῆς Ἀσίας συνεύξασθαι· καὶ μὴ μόνον αὐτὸν μηδὲν ἐνθυμεῖσθαι περὶ καταλύσεως τοῦ τυράννου, ἀλλʼ ὅπως μηδʼ ἄλλος μηδεὶς ἐπιθήσεται μήτʼ ἐπʼ ἀναιρέσει μήθʼ ὥστʼ ἐκβαλεῖν, ἀλλὰ τοὐναντίον φυλακὴν τοῦ σώματος Διονυσίῳ φροντίσαι, ὅπως ἀθάνατος ᾖ πονηρὸς, καὶ πάντας πάντʼ ἀδικῶν ἐν ἅπασι τοῖς χρόνοις ἐν ἅπασι τοῖς κακοῖς ᾖ. μάλιστα μὲν ταῦτʼ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ

τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι· ὃ πολλοῦ δεῖ ποιήσας, ἔργῳ μάρτυς ἡμῖν περὶ ὧν ἀπιστοῦμεν γεγένηται τοῦ μὴ ληρεῖν. βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γʼ ἐπὶ Δηλίῳ καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖς

ἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς ἀντερεῖ δήπουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν, οὐ ταῦτʼ ἐστὶν ἰσχυρὰ τεκμήρια τῆς ἐκείνου γνώμης, ἀλλʼ ἃ κωλύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφαλῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. τουτὶ

γὰρ προσγέγονε πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ· τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς ἀμύνεσθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δʼ ὑπείκοντας διώκουσιν. ὥστʼ εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους. ὥστʼ εἰ μηδὲ διʼ ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν, ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτʼ αὐτὸν ἀδικεῖσθαι μήθʼ ἕτερον ἀδικεῖν ἐᾶν. ὁ τοίνυν καὶ μέχρι τοῦ Βαβυλωνίου πεδίου Κύρῳ συνανιὼν Ξενοφῶν ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ στρατεύοντι ἀδικήσαντα πρότερον, πῶς οὐ καὶ οὗτος οἴκοθεν ὢν Πλάτωνι μάρτυς ἡμῖν ἐστιν εἰς τοὺς παρόντας τουτουσὶ λόγους; οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις καὶ ὑπὲρ τῶν ἀλλοτρίων εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖν

ἐπιχειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλίζειν, κἂν ὑπὲρ ὧν αὐτὸς πέπονθεν ἐπεξίῃ· οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν, ὡς τὸ μὲν τοῖς ὅπλοις ἀμύνεσθαι τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τῶν προσηκόντων ἐστὶ, τὸ δὲ αὐτοῖς τοῖς λόγοις ἀμύνεσθαι ἐν ἀλογίᾳ θετέον. οὐδʼ ἂν εἷς εἴποι ταῦτα. καὶ μὴν ὅσῳ κάλλιον φρόνησις

ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα, ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι. ἡγοῦμαι μὲν τοίνυν καὶ ταῦτʼ ἔχειν πίστεις ἱκανὰς τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν.

εἶμι δʼ ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥημάτων. οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντʼ αὐτὸν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήτε ἀδικεῖν ἄλλους μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν. ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κεκτῆσθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ, ὡς δʼ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτʼ ἀδικεῖν οὔτʼ ἀδικεῖσθαι,

εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται. εἰ δʼ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ

χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; καὶ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τὸ δʼ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. εἶτʼ ἐλέγχειν μὲν βούλεται ῥητορικὴν, κατηγορεῖ δὲ τῶν τυράννων καὶ δυναστῶν, τὰ ἄμικτα μιγνὺς, ὥσπερ ἂν εἰ ὁ Ἡρακλῆς, ἵλεως δʼ εἴη τῷ παραδείγματι, προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα, εἶτʼ ὄνῳ συμπλακεὶς καὶ πνίγων τὸν λέοντα ἄγχειν ᾤετο καὶ τοῦθʼ ὅπερ προὔθετο πράττειν. τοσοῦτον δὲ λείπεται τὸ παράδειγμα ὅσον οὗτός γε οὐχ ἕτερον ἀνθʼ ἑτέρου ποιεῖ τοῦτον τὸν τρόπον τῷ λόγῳ χρώμενος, ἀλλὰ καὶ τοῖς ἐναντίοις περιπίπτει. τίς γὰρ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται ὅσον τὸ πείθειν τοῦ βιάζεσθαι; ἀλλὰ μὴν ταῦτά γε οὐδείς ἐστιν ὅστις ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη. ὥστʼ εἰ δεινὸν τὸ βιάζεσθαι καὶ πλεονεκτεῖν, τό γε πείθειν καὶ τοῦ δικαίου προεστάναι καλὸν καὶ προσῆκον. οὐκοῦν οὐχ οὕτω ῥητορικὴ κακὸν ὡς
τυραννὶς, ἀλλʼ εἰ κακὸν ἡ τυραννὶς, ἡ ῥητορικὴ χρηστὸν ἐκ τῶν αὐτῶν· ἡ μὲν γὰρ βιάζεσθαι πανταχοῦ ζητεῖ, ἡ δὲ τὸ πείθειν τετίμηκεν. ὥσθʼ ὅμοιον ποιεῖ τούτοις ἐκεῖνό γʼ ἐλέγχειν νομίζων ὥσπερ ἂν εἴ τις τὸν ἐν τῇ νυκτὶ σκότον

καταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητορικὴν, πάλιν δʼ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτορας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα. πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δʼ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων πάντη θεραπευταί· εἰσὶ δʼ, οἶμαι, καὶ τῶν τυχόντων τινές· ὥσθʼ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει· οἱ δʼ αὖ τύραννοι τοσοῦτον ἀπέχουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρʼ αὐτῶν τυχεῖν, μή τί γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· ὥσθʼ ὁ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλακος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδʼ ὅ τι μᾶλλον

ᾑρῆσθαι δουλεύειν, τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον οὐδʼ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. ὥστʼ εἰ μὲν κολακεία ἡ ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δʼ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο, εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα· τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δʼ οὐδέτερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ κολακεία δείξαντες, πάλιν δʼ ὡς οὐ κοινωνεῖ τῇ τυραννίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρου

λόγῳ καὶ τῷ καθʼ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθʼ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρʼ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων

κατηγοροῦντα παρʼ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτʼ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρʼ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθʼ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθʼ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτʼ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλʼ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατʼ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτʼ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τʼ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντʼ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοήθεια ἀφίξεται. οἱ δʼ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν
ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους

ὑποληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας, ἵνα μὴ μάτην ἡ παροιμία τὰς ἐρήμους τρυγᾶν ἀγορεύῃ. εἶθʼ ἃ τοῖς ἀδικεῖν ἐπιχειροῦσι λυσιτελεῖ, πῶς ταῦτα συγχωρητέον τοῖς τὰ δίκαια τιμῶσι; πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; —ἔστι μὲν οὐκέτι τοῦτʼ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλάτωνος, ὅμως δὲ ὑπὲρ τοῦ πανταχῆ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθʼ ἡμῖν ἀνεξέταστον ἀφείσθω, καὶ ταῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν. —ὅτι, οἶμαι, καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις, αὐτὸ τοῦτο ὃ κἀγὼ νῦν πεποίηκα· ἀλλʼ οὐδὲν μᾶλλον ὅ γʼ ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δή που χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντιωτάτοις ἀλλήλοις. ἀλλʼ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλὸν, οὐ δή που διπλοῦν ἐστιν οὐδʼ ἐναντίον αὐτὸ ἑαυτῷ. πῶς οὖν ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας; ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην; ἴδοις δʼ ἂν καὶ κυβερνήτας ἐναντία ἀλλήλοις ναυμαχοῦντας, ἀλλʼ ὅμως τῆς κυβερνητικῆς ἐστι σώζειν τὴν ναῦν. οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἐναντία ἀλλήλοις, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν μεμνημένους ὧν ἕνεχʼ εὑρέθη. ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.

ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δʼ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτʼ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ

γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δʼ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δʼ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθʼ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδʼ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατʼ ἀνθρώπους ἐγένετο; ἀλλʼ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδʼ

ἐκολακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα διʼ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτʼ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα, αὐτοὺς σῶσαι, οὐδʼ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται

παρεδίδου τόθʼ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλακες τοῦ πλήθους εἶναι ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν. ἀλλʼ οὔτε προῃρούμεθα οὔτʼ ἦν δυνατὸν οὔθʼ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχαγωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλʼ ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι διʼ ἡμᾶς ἐν ἐλευθερίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτʼ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι. διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσι

τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσι τυχεῖν· ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ

ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλʼ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐτῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστʼ ἐξεῖναί σοι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. νῦν οὖν φησὶν ὁ Δίων τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός· ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος
ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ