Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵνʼ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν. ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δʼ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθησαν οὐχ ὥσπερ πρότερον ὡς ἔτυχεν, ἀλλʼ εἴς τε συντάξεις κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ

ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λόγων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν. οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατʼ ἀρχὰς, καὶ πρόσθεν καταφρονούμενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι, πρόβλημα ποιησάμενος ἀντʼ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ ὁ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δʼ οὐκ ἄλλως μῦθος ταῦτα οὐδʼ ὄναρ, ἀλλʼ ὕπαρ, καὶ ὁ τῶν· πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, ἡ μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ ἡ δικαστικὴ μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, ἡ δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλʼ ἐκείναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθʼ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη,

πρεσβεύουσα, ἀεὶ τὸ παρὸν συντιθεμένη· καὶ οὐδʼ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικαστῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος· ἀλλὰ ἕως ἂν

ᾖ τὸ χρῆσθαι καὶ καθʼ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρότεροι, ἀλλʼ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρʼ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρκοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἴη πλουσιώτερος· εἰ δὲ καὶ τεττάρων, ἀλλʼ οὐ δὶς τοσούτων· εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλʼ οὐ πάντων τῶν ἐν τῇ πόλει· εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλʼ οὐ δή που καὶ τῶν ἀστυγειτόνων· εἰ δὲ κἀκείνων, ἀλλʼ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμήχανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθʼ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ μέν γε κατʼ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γʼ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος
καὶ ἡ παροιμία. εἰ δʼ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴδιον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν ἔφη Ὅμηρος, τὴν κατʼ ἰσχὺν ὀνομάζων. ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνους

σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος, οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλʼ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δείκνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτʼ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαίνουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρόνος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ,

ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παραχρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστʼ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῳ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκεται, ἀλλʼ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνομεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρωπῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύντων διʼ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύσεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστʼ εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι·

ῥητορικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτήματα, ἀλλʼ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρʼ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφημίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν

αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδʼ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρʼ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμάκων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖ
ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου
καὶ
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν
καὶ
    τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  1. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
τοιαῦτʼ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος βεβαιοῖ, ποιήσας τὸν Ἀγαμέμνονα τῶν μὲν
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίας
τὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέστορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν.
    τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν, Ἀχαιῶν·
  1. τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  2. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·

θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ· εἰκότως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλʼ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κατέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημάτων καὶ σκευῶν; ἀλλʼ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτʼ ἐφάνη τότε πᾶσα οὖσα παρασκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυβερνήτης δʼ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν παρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνητικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δʼ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἢ ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο Ὅμηρος μαρτυρεῖν

οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες,
ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέγομεν
    ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
  1. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·
οὐκ ἀργῶς οὐδʼ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλʼ ἐνδεικνύμενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ ὁ στέφανος νίκης ἐστὶ σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι, τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶ

μᾶλλον θαυμασθῆναι παρὰ τοὺς λόγους. Πίνδαρος δὲ τοσαύτην ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα ταῦτʼ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατακοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν· ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰπεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ

μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπʼ εἰρήνης, ἡ δʼ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πολίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δʼ ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας
ἐάων ὀνομάζουσιν, ἰδίᾳ δʼ οὕτως μόνον τοῦτον· καὶ ἀκάκητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρʼ αὐτοῦ δωρεὰ, ἀγαθὰ δʼ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δʼ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν ταύτῃ κεχρῆσθαι φημί. ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.

μέγιστον δὲ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνάμεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευγεν· ἀεὶ δὲ ὂν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύσει, οὕτω καὶ κατʼ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα· εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται. οἱ δὲ πολλοὶ μορίοις τισὶ τῆς τέχνης περιτυχόντες Ὁμήρου δέονται προσαγορεύοντος αὐτοὺς, ὥσπερ ἐκεῖνος

ἔσκεν ὑφηνίοχος φησὶ καὶ πάλιν Ποσειδῶνος ὑποδμώς. τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν. καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφοκλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλʼ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθʼ ἑαυτὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ; ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμʼ ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρ

ἄριστος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολιτείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφʼ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμηκὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων, οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλʼ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, ὦ θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδʼ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαιμονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλʼ ὑπʼ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κολακεύειν ὥστε οὐδʼ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλʼ ὥσπερ ὁ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ ὁ παιδεραστὴς καὶ ὁ φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν

μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθʼ ἑτέρων χρώμενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν· ὥστε μηδʼ ἂν τῶν γειτόνων μοι συνειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντα

τὴν ἰατρικὴν ἐπιστήμην ἰατρὸν καλεῖς, κἂν μὴ δημοσιεύῃ τὴν τέχνην, καὶ πολιτικόν γε τὸν ταύτην τὴν ἐπιστήμην ἔχοντα, κἂν τὰ αὑτοῦ πράττων ** τοιοῦτον εἶναι. διὰ ταῦτα οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν, ἢ πῶς τῶν αἰσχρῶν τινος εἶναι προστάτην, ὃν εἰ μηδὲ διʼ ἕτερον, διʼ αὐτά γε ταῦτα ἃ τιμᾷ καὶ διώκει πλεῖστον ἀνάγκη πάντων τῶν αἰσχρῶν ἀπηλλάχθαι. ἀγαπητὸν γὰρ, εἰ πάντα τἄλλα παριδών τις καὶ πόρρω θέμενος καὶ ταύτην μίαν ἡδονὴν προστησάμενος, μηδεμιᾷ δὲ ἑτέρᾳ δουλεύσας, εἶτα δύναιτο ταύτης σὺν θεῷ βοηθῷ κατατυχεῖν. ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν,

ὅτι οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα ἐκ παρέργου μελετᾶν, ἀλλὰ μᾶλλον μηδὲν τούτοις πάρεργον ἄλλο τι γίγνεσθαι. οὐ μόνον δὴ κολακείας αὐτὸν ἐφʼ αὑτοῦ καθαρεύειν ἀνάγκη καὶ μηδʼ ὁτιοῦν ἔχειν κίβδηλον τῇ ψυχῇ, ἀλλὰ καὶ πόρρω κολάκων ἁπάντων εἶναι καὶ πασῶν αἰσχρῶν συνόδων τε καὶ ὁμιλιῶν. τί οὖν οὐ ποιεῖς, ὦ βέλτιστʼ, ἐρεῖ, παλινῳδίαν, εἴ τί σοι μέλει τῆς ἀληθείας; οὐκοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς λόγους καὶ κατὰ τοὺς δευτέρους τούτους καὶ ὅποι στρέφοι τις ἂν καλὸν καὶ γενναῖον κτῆμα καὶ ἔργον ἀνδρὸς ἡ ῥητορικὴ καὶ φιλοτιμίαν δικαίαν ἔχον καὶ τῷ κεκτημένῳ καὶ ὅσοι τούτῳ χρῶνται, καὶ οὐ μόνον παρὰ ἀνθρώποις, ἀλλὰ καὶ παρὰ θεοῖς πλείστης ὤρας καὶ τιμῆς ἐξ ἀρχῆς τε τυχὸν καὶ διὰ παντὸς δικαίως τυγχάνον.

λοιπὸν ἕν μοι δεῖξαι, ὅτι καὶ Πλάτων αὐτὸς ταὐτὰ ἐμοὶ περὶ ῥητορικῆς φθέγγεται. λέγει γὰρ ἐν μὲν τῷ Πολιτικῷ δή που λόγῳ ταυτὶ κατὰ ταυτὸν τοίνυν ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ

τὰ τίμια καὶ ξυγγενῆ. τούτων δέ ἐστι δή που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συγκυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις. ἃ μικρῷ πρόσθεν ἡμῖν Ἡσίοδος λέγων ἐφαίνετο, ταῦτα ἄντικρυς καὶ σχεδὸν τὸ μέτρον λύσας ἐν τούτοις Πλάτων ὁμολογεῖ, κοινωνὸν τῆς βασιλικῆς τὴν ῥητορικὴν ἀποφαίνων ὑπὲρ τοῦ δικαίου. ἐν δὲ τῇ Σωκράτους

ἀπολογίᾳ ταυτὶ πάλιν αὖ λέγει δικαστοῦ μὲν γὰρ αὕτη ἀρετὴ, ῥήτορος δὲ τἀληθῆ λέγειν. εἰπὲ δή μοι πρὸς θεῶν, εἴτε Πλάτων εἴτε ἄλλος τις ὑπὲρ ἐκείνου βούλεται, ἔσθʼ ὅ τι ἀλλοτριώτερόν ἐστι τῷ κόλακι ἢ τἀληθῆ λέγειν; τί δαί; τῷ τἀληθῆ λέγοντι ἄλλο τι τοῦ κόλακος ἐχθρότερον; καὶ μὴν αὐτό γε τοῦτʼ ἐστὶν ἡ κολακεία, μὴ τἀληθῆ λέγειν· οὐκοῦν ἡ παλινῳδία καὶ δὴ φανερά. ἣν γὰρ ἐνταῦθα εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται. ταὐτὰ ἄρα Πλάτωνι νῦν ἡμεῖς λέγομεν περὶ ῥητορικῆς, δοκοῦντες ἐναντία. ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδα ἐλέγχων ἰσχυροτέρων οὐδʼ ἂν εἷς ἔτι δή που λάβοι. οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ τῇ ῥητορικῇ τὰ κάλλιστα εἶναι πράττειν, καὶ μὴ τὴν αὐτὴν χώραν ἔχειν αὐτὴν τῶν αἰσχρῶν μηδενὶ, προσθεὶς ἐπὶ τελευτῆς τὸ βραχὺ τοῦτο καὶ εὐμνημόνευτον καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί. εἶεν ὦ γενναῖος, ἔστιν ὅπου ἐγχωρεῖ κολακείᾳ χρῆσθαι πρὸς τὸ δίκαιον ἀεί; οὐκ ἔστιν οὐδέποτε. καὶ μὴν ὑπὲρ καλοῦ χρώμενοι τῇ ῥητορικῇ, καλὸν ἄν τι πράττοιμεν ὑπʼ αὐτῆς. οὐκοῦν καλὸν ἡ ῥητορικὴ μετὰ τοῦ δικαίου γιγνομένη. καὶ μὴν κολακεία γε σαφῶς αἰσχρὸν

ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος

ἰόντας λόγους καὶ ὅσα τοιαῦτʼ ἄλλα ἄλλοθι ῥητορικὴν εἴρηκεν ἐπικοσμῶν.

εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν

ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ

διαλεκτικὴ διττὴ καὶ οὐχὶ μία ἐστὶν ἁπλῶς, ἀλλʼ ἡ μὲν οἵα παρακρούεσθαι καὶ ἐξαπατᾶν καὶ χρόνους τρίβειν καὶ εἰς ὑγιὲς οὐδὲν πάντη τὴν γλῶτταν ἄγουσα, ψυχρά τις καὶ ἀγεννὴς καὶ κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀνελεύθερος, ἡ δὲ οἵα χαρίεντας παρέχεσθαι καὶ δεξιούς; καὶ δὴ καὶ φαίη τις ἂν εἴτʼ οὖν ὀρθῶς εἴτε μὴ ὅτι καὶ μέρος εἶναι κινδυνεύει τῆς ῥητορικῆς ἡ διαλεκτικὴ, ὥσπερ τὰ ἐρωτήματα τοῦ λόγου παντός. ἀλλʼ ἔστω ταῦτα χωρίς. ὁ δʼ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας, καὶ περί γε τῶν τῆς ἀρετῆς μερῶν, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δʼ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικὴν, τὴν δὲ νωθρῶν τε καὶ ὑπτίων, ἔτι δʼ αὖ δικαιοσύνην ὀρθὴν καὶ ἑτέραν ταπεινὴν, καὶ διπλῆν ἀνδρείαν, τὴν μὲν σὺν νῷ καὶ φρεσὶ, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. ἀλλʼ οἶμαι πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης, οὐδέτερον δέ γε οὔτε καλὸν οὔτε προσῆκον, οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι οὔτε τὰς ἀρετὰς

φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατιθέντα. οὕτω τοίνυν καὶ ῥητορικὴν κατὰ τοὺς ὀρθῶς μεταχειριζομένους καὶ τῷ ὄντι τυγχάνοντας αὐτῆς, ἀλλʼ οὐ κατὰ τοὺς πρόσχημα ποιησαμένους τῆς ἑαυτῶν πλεονεξίας ἢ φαυλότητος ἐξετάζειν εἰκὸς, κατʼ αὐτόν γε τὸν τοῦ πράγματος λόγον, εἰ καὶ μηδεὶς τετύχηκε, καὶ διαιρεῖν συκοφαντίαν καὶ κολακείαν ἀπὸ τῆς ῥητορικῆς, ὥσπερ δὴ καὶ μαγγανείαν καὶ

τερατείαν ἀπὸ πάσης φιλοσοφίας. οὐκοῦν κολακείας, οὐ ῥητορικῆς, Πλάτων ἐν τούτοις κατηγόρηκε, καὶ συκοφαντίας, οὐ ῥητορικῆς. οὔτʼ οὖν εἰ τὴν τῷ ὄντι ῥητορικὴν κακῶς εἴρηκεν οὔτʼ εἰ τὴν δοκοῦσαν, ἔστι τοῦτο πρὸς λόγον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς, εἴπερ ἔσθʼ ἕτερον τὴν δοκοῦσαν εἶναι ῥητορικὴν κακῶς εἰπεῖν. μὴ γὰρ εἶναι τὸ τοιοῦτον ῥητορικὴν, οὐκ αἰσχρὸν εἶναι ῥητορικὴν χρῆν αὐτὸν λέγειν, ὥσπερ ἐκεῖνό πού φησιν αὐτὸς, ὅτι εἰ μὲν θεῶν παῖδες, οὐ φιλοχρήματοι· εἰ δὲ φιλοχρήματοι, οὐ θεῶν παῖδες. ἀμφότερα δὲ οὐκ ἔδει λέγειν. οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται· ἐπεὶ καὶ αὐτὸ

τοῦτο ὑπὲρ αὐτοῦ Πλάτωνος ἡμεῖς νῦν ποιοῦμεν. εἰ γὰρ ὅτι μάλιστα οὕτω διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλʼ ὑπεξήρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικὴν, ἄξιον μὴ παρακρουσθῆναι μηδὲ ἀγνοῆσαι τοῦτο αὐτὸ τοὺς πολλοὺς, μηδὲ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ τῶν τηλικούτων. περὶ τοίνυν αὐτοῦ πάλιν τοῦ μέρους αὐτὸς ὡδὶ μαρτυρεῖ οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι οἱ μὲν πολλοὶ φαῦλοι καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλόν σοι δοκεῖ εἶναι καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; ἔμοιγε πάντως δή που. τί οὖν; ἐν ἑκάστῳ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; νὴ τὸν Δία καὶ μάλα ἀληθῆ λέγεις. τί οὖν τούτου ἕνεκα αὐτός τε φεύξει πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ υἱεῖ οὐκ ἐπιτρέψεις; οὐκοῦν χρὴ, ὦ Πλάτων, οὐδὲ τὴν ῥητορικὴν ἀπὸ τῶν φαύλως μεταχειριζομένων κρίνειν, ἀλλʼ ἀπὸ τῶν ὡς ἄριστα προϊσταμένων, ἢ γελοῖόν γε ἂν εἴη, μᾶλλον δὲ ὑπερφυὲς, εἰ διʼ ὧν παραδειγμάτων οὐκ ἀξιοῖς φιλοσοφίαν φαῦλον ἡγεῖσθαι,

ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, ἃ μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν Πλάτωνος δείξομεν. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε

ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει· ὅσον δʼ αὐτοῦ τέχνη—ἀλλʼ ἐῶ τό γε ἐφεξῆς.

εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ὁ ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτελής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ ὁ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτελής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. ὃ δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, ἢ πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι; πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος· καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας ὅ τι μαθὼν καλλωπίζεται.

εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλλον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλκαῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον,

οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλʼ οἷς γε χρώμενοι ταῦτα σοφίζονται, τοσοῦτόν μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι καὶ προὔπιεν· ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λογίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιούμεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.