Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τῶν ὑπηρετῶν ἅττʼ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ. πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, ὦ θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο ἢ στοχάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρατιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρʼ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι; οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶν—τὰς γὰρ πλείους ἀφίημι—τὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; ἢ πῶς ὃ μόνον κοινόν ἐστι τῶν τεχνῶν ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητορικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο ἢ τοῖς συμβόλοις, διʼ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχάζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλʼ εἰ καὶ μὴ διʼ ἓν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ στοχάζεσθαι, εἰ τοῦτʼ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχάζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλʼ αὐτὴν τὴν πολυτίμητον εἴτʼ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐτὸς, ὦ πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς, ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλʼ ἀφίης

τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι ᾖ, ἡ δὲ ἐπιστήμη καθʼ Ὅμηρον ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸ

φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλʼ ὅστις γʼ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτʼ ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθʼ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην· καὶ τοῦτʼ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, ὃ Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλʼ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δʼ ἂν προεδρίας ἢ τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος

περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν. ἔπειτα τίς ἢ κήρυξ ἢ πρεσβεία δεηθήσεσθαί ποτʼ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν ἢ πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θεραπεύειν εἵλετο, ἢ πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττʼ ἂν ὁ δῆμος βούλοιτο, ταῦτα συμβούλεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλʼ ὁ ῥήτωρ ἐπεῖχεν ἕως ἂν ὁ δῆμος ἐπισημήνῃ. τίς δʼ ἂν ἰδίαν ἢ δημοσίαν δίκην φεύγων διʼ ὅτου νικήσει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτʼ ἐρεῖν ἔμελλεν ὁ ῥήτωρ καὶ μηδʼ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰ

δὲ ἃ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτʼ ἔργον ἐπεποίηντο λέγειν οἱ ῥήτορες καὶ ταῦτʼ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε ῥήτορα πρὸς τοιοῦτον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν. ἆρʼ οὖν ταῦθʼ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι

προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλʼ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυγῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονεικίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημένοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτʼ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλον—ἀλλʼ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς ἡ τῶν πραγμάτων τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δʼ ἄρα καὶ τῆς τῶν ἀκροωμένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδʼ ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλʼ ὅσα βέλτιον εἰπεῖν, ταῦτʼ εἰπόντας πεῖσαι δυνηθῆναι· ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σωμάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλʼ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλʼ ὡς μάλιστʼ ἂν ὁ κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλʼ οὐ δουλεύων οἶμαι τοῖς πλήθεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι. ἐγὼ δʼ οὐχ ὅ τι χρὴ λέγειν περὶ τῶν παρόντων ἀπορῶ φησὶν ἀλλʼ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ
αὐτῶν εἰπεῖν. εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡς

ἐγᾦμαι, λαμπρῶς. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι. εἰ τοῦτʼ ἔστιν, ὦ Πλάτων, τὸ στοχάζεσθαι καὶ προσομιλεῖν τὰς φύσεις τηροῦντα, οὐκ ἐκφεύγομεν τὰς αἰτίας, πάντες ἐροῦσιν οἱ ῥήτορες. εἰ δʼ εἴκειν αὐτοὺς τοῖς πλήθεσι φῂς καὶ ποιεῖν τὰ κελευόμενα, ἀλλʼ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων δοκεῖς τοὺς ῥήτορας. ἀλλʼ οὔθʼ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφʼ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλʼ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶναι. εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδʼ ἂν παρρησιάσασθαί ποτʼ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν. ἀλλʼ οἶμαι συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τὰς ἐπιθυμίας σωφρονίζουσιν, οὐδʼ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ τοῖς πολλοῖς ὁρῶσιν εἰς τούτους, οὐδʼ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν, ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν· καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρʼ αὐτῶν ἀντʼ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν,

οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντʼ ἄνω καὶ κάτω ποιῶν, ἀλλʼ ὅτι τοὺς δήμους ἄγουσιν· ὥσπερ γε δὴ καὶ τοὺς παιδαγωγοὺς, οἶμαι, καλοῦμεν, οὐκ ἐπειδήπερ ὑποπεπτώκασι τοῖς παισὶν, ἀλλʼ ὅτι αὐτοῖς ἡγοῦνται. ὅ τι γὰρ ἂν φαίης ἁρμόττει τὸ τοιοῦτον ἀκοῦσαι τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος, πάντα ταῦτʼ ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. ὅπερ γάρ εἰσι τοῖς παισὶν οἱ διδάσκαλοι, τοῦτο τοῖς δήμοις εἰσὶν οἱ ῥήτορες· δεικνύουσιν ἃ χρὴ πράττειν καὶ παιδεύουσι ταῖς γνώμαις καὶ τοῖς ψηφίσμασι. καὶ ἡ φύσις οὕτω ταῦτʼ ἔταξεν. οὐ δουλεύει ταῖς τῶν χορευτῶν ἐπιθυμίαις ὁ κορυφαῖος, ἀλλʼ εἴ τί που καὶ χαρίζεται, τὸ μηδὲν ἀπᾷσαι συμπαρατηρῶν τῷ χαρίζεσθαι.

ἀλλʼ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδʼ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρʼ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλʼ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλʼ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ τῶν ναυτῶν. πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας,

καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκουσίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφʼ αὑτοῖς· εἰ δέ τις μετʼ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφʼ αὑτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλʼ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτʼ ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρίζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις; ἐγὼ μὲν γὰρ παρʼ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχομαι. εἰ γὰρ μήθʼ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυμασθήσεσθαι μήθʼ ὑπὸ τῶν ἰδιωτῶν μήθʼ ὑπὸ τῶν
πολιτῶν μήθʼ ὑπὸ τῶν ξένων μήτʼ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δʼ εἰπεῖν, εἰ μήτʼ εὐδοξήσειν μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχωρεῖ τοιαύτην αἰτίαν κατʼ αὐτῶν παραδέξασθαι, διʼ ἧς ταῦτʼ ἀπήντησεν ἄν; ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα

ἐγκέκληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρʼ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλʼ οὐδὲ καθʼ ἕνα οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν· δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δʼ οὐδʼ ἔσται· ἀλλʼ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι μεμερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε γιγνώσκειν χρὴ καλεῖν τὸ μηδʼ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δίʼ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δʼ οὐδέποτε ἃ πρὸ τοῦ. ποίαις οὖν ἐπιθυμίαις ὁ ῥήτωρ μέλλει δουλεύσειν, ἢ τὰ τίσι δοκοῦντα ἐρεῖν, ἢ τίνων στοχάσεσθαι, οἵ γʼ οὕτως ἀτόπως ἔχουσιν, ὥστʼ οὐδʼ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτʼ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστʼ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν

γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυμίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δʼ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ὁ ῥήτωρ θεραπεύσει τὰς ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγχωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δοκοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω. δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι

δημιουργὸν τὴν ῥητορικήν· εἰ δὲ πισιευτικῆς ἢ διδασκαλικῆς οὐ διαφέρομαι τὰ νῦν εἶναι, ἀλλʼ οὖν τό γε πείθειν αὐτῷ προστίθησιν. ὅτε τοίνυν τὸ πείθειν ἐστὶ τῆς ῥητορικῆς, οὐ λέγουσι τὰ δοκοῦντα τοῖς πολλοῖς οἱ ῥήτορες. εἰ γὰρ τὰ δοκοῦντα λέγουσιν, οὐ πείθουσιν· οὐδεὶς γὰρ ἐφʼ αὑτοῦ γιγνώσκων ἑτέρῳ περὶ τούτου πείθεται. ἀλλὰ τούτῳ κεχώρισται τό τʼ ἐφʼ αὑτοῦ βεβουλεῦσθαι καὶ τὸ πεισθῆναι. ἀλλʼ εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, αὑτοῖς, οὐ τοῖς ῥήτορσι πείθονται οἱ τὰ δοκοῦντα αὑτοῖς ποιοῦντες. πείθει δὲ οὐδεὶς ὅστις μὴ τὴν αὑτοῦ γνώμην εἰπὼν ἐνίκησεν. ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ συμβαίνει, εἰ τὰ τοῖς πολλοῖς δοκοῦντα λέγουσιν οἱ ῥήτορες. ἃ γὰρ οἱ

βουλόμενοι λέγουσι, ταῦτα πείθονται λέγειν. οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δʼ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλʼ οὐ πείθοντας παρέχεται. πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλʼ ἐκ τῶν αὐτῶν καὶ τοῖς αὐτοῖς λόγοις ἀναμίξ. ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ οὔθʼ οἷον, ὡς οὑτωσὶ φάναι, στοχάζεσθαι, οὐδʼ, εἰ μετέχει τέχνης, εὕρημα ποιεῖσθαι, οὐδὲ μεθʼ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν, ἀλλὰ καὶ πλεῖστον λόγου μετέχον, μᾶλλον δὲ ἅπαν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τʼ εἰπεῖν, εὐχῆς

ἄξιον δεῖξαι. γνοίη δʼ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατʼ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δʼ οὐκ ἀρετῇ βελτιόνων, ἀλλʼ ἰσχυροτέρων, τὴν δʼ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτʼ οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, ἢ θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπʼ ἄλλων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφʼ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς

τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δʼ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδʼ αὐτοῖς τοῖς ὑπερέχουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν ἡ δοκοῦσα κατʼ ἀρχὰς εὐτυχία, ἀλλʼ ὑφʼ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δʼ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐτοῖς ἀπολωλέναι, ὥστʼ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώπων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν· ὡς τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων,

ἢ παρʼ αὐτὰ τιμωρήσασθαι, τοῖς δʼ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδʼ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλʼ ὁ λόγος τὸ δίκαιον ἐφʼ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πεποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθʼ αὑτὴν ἄγουσα καὶ τὸ διδάξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλογίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα.

σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτʼ ἐστὶ τὸ ποιῆσαν, κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλʼ οὐχὶ τὴν αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων,

νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, ἢ τὸ μηδὲν ὑπʼ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρασεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύλων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύʼ ἔστιν ὡς εἰπεῖν τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδʼ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθʼ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθʼ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτʼ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δʼ οὐκ ἦν

ἄλλως τῶν ἴσων τυχεῖν, τοῦ πείθοντος ἔδει λόγου· τοῦτο δʼ αὖ εὐθὺς ὑπὲρ τῆς δικαιοσύνης. ὁ μὲν γὰρ αὑτῷ καὶ ταῖς παρασκευαῖς ἐπιτρέπων τὸ δοκοῦν ἑαυτῷ ἀξιοῖ κρατεῖν, ὁποῖόν ποτʼ ἂν ᾖ, ὁ δʼ ἀφʼ ὧν καὶ τοὺς ἔξω δεῖ πεῖσαι ταῦθʼ ὁρῶν καὶ ταῦτʼ ἀξιῶν μελετᾶν, οὐ φεύγει τὴν τοῦ ποῖʼ ἄττʼ ἐστὶν ἃ βούλεται βάσανον. φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς φύσεως μετειληφυῖα, εἴπερ τό γε ἀκριβὲς ἐπʼ ἀμφοτέρων δεῖ θεωρεῖν, μᾶλλον δὲ μέρος οὖσα τῆς ῥητορικῆς ἡ νομοθετικὴ καὶ τοῖς πᾶσι δευτέρα πως, πρῶτον μὲν ὅτι καὶ περὶ αὐτῶν ἔδει τῶν

νόμων λόγου τοῦ πείθοντος. εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δʼ οἱ τῇ χειρὶ κρείττους οὐκ ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείσοντος ἤδη; οὐ γὰρ βιάσασθαί γε ἐνῆν τοὺς πρὸς αὐτὸ τοῦτο πεφυκότας, οὐδʼ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτʼ ἦν πρῶτον παρὰ τοὺς νόμους. ἔδει δὴ πεῖσαι μάλιστα μὲν καὶ τοὺς ἀντιπράττοντας αὐτοὺς, καὶ βελτίους γε εὐθὺς αὐτῷ τούτῳ ποιῆσαι· εἰ δὲ μὴ, τούς γε πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις. οἱ μὲν γὰρ τῇ σφετέρᾳ φύσει χρώμενοι πρὸς τοὺς πολλοὺς ἀδικεῖν ἔμελλον τοὺς ἄλλους, οἱ δὲ τῇ τῆς ῥητορικῆς καὶ σφετέρᾳ πρὸς ἐκείνους εὖ ποιήσειν ἔμελλον κἀκείνους, εἴπερ σωφρονεῖν ἔμελλον. εἰ δʼ ἄρα ἐκεῖνοι μὴ ἐδέχοντο, λοιπὸν ἦν πεῖσαι τοὺς πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις αὐτὸ τοῦτο, ὅτι ὑπὲρ αὑτῶν τίθησιν. ἔδει δὴ λόγων καὶ πειθοῦς. διʼ ἓν μὲν τοῦθʼ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτοὺς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης

μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς

αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθʼ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν. οὐκοῦν ταῦθʼ ἃ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθʼ οἱ νόμοι λέγουσι, πλὴν ὅσον οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ διʼ αἰῶνος ῥητορεύουσιν, ἅτʼ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν, εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γʼ ἐστὶ τῶν ῥητόρων, ὥσθʼ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς.

φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθʼ ἡμῖν βούλεται. ἢ τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικουρεῖ· τοὺς γὰρ παραβαίνοντας ἃ προστάττουσιν ἐκεῖνοι, τούτους ἀναζητεῖ καὶ τιμωρεῖται· καὶ οὐδʼ αὐτὸ τοῦθʼ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δικαστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον ἢ παρὰ τῆς ῥητορικῆς; ἡ μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, ἡ δʼ ἐπὶ τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα ἡ

ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ ἡ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι· τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερον

καὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου. ὁ μὲν γὰρ ἐλέγχει τἀδικήματα ὁ ῥήτωρ καὶ παραδίδωσι τῷ δικαστῇ, ὁ δʼ ἀκούσας καὶ μαθὼν παραδίδωσιν αὖ τοῖς ὑπηρέταις, καὶ μέσος ἔσθʼ ὁ δικαστὴς διακόνου καὶ ῥήτορος. αὖθις δὲ ἐπειδὰν τέλος ἡ δίκη λάβῃ, τῇ μὲν δικαστικῇ πλέον οὐδʼ ὁτιοῦν περίεστιν, ἀλλʼ ὥσπερ ἡ νομοθετικὴ θεῖσα τοὺς νόμους ἀπήλλακται, οὕτως ὁ δικαστὴς μετὰ τὴν κρίσιν. εἰσδεξαμένη δὲ ἡ ῥητορικὴ τοὺς ἤτοι διʼ ἄγνοιαν ἢ διʼ ἀγνωμοσύνην ἀγανακτοῦντας τοῖς δεδικασμένοις καὶ πρὸς θορύβους ἢ στάσεις τὰ πράγματα ἐξάγοντας κατέχει καὶ νουθετεῖ, πείθουσα στέργειν τοῖς νόμοις καὶ τῇ ψήφῳ τῶν δικαστῶν, οὐ τὸν Πινδάρου νόμον τιμῶσα, ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς, οὐδὲ ταῦτʼ ἐπᾴδουσα νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ

βιαιότατον ὑπερτάτᾳ χειρί. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος, ἐπεὶ ἀπριάτας. οὐ γὰρ φῂς ὅλου μεμνῆσθαι, ἐχρῆν δὲ ἴσως οὐδὲ τούτων, μὴ οὖν ἐπὶ ῥητορικήν γε. ἀλλʼ ἄχρι μὲν τούτου καὶ ἡ ῥητορικὴ λέγει, νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων· τὰ δὲ ἑξῆς οὐκέτι ταὐτὰ— πόθεν; οὐδέποτε ἡμέρα καὶ νὺξ ταὐτὰ συμφήσουσιν— ἀλλὰ πᾶν τοὐναντίον ἄγει τὰ δίκαια πρεσβεύων καὶ τοὺς
ἐν ὕβρει θρασεῖς νουθετῶν. εἰ γὰρ ἀξιώσει τὸ βιαιότατον νόμον εἶναι τὸν δικαιοῦντα καὶ τὴν ὑπερτάτην χεῖρα κρατεῖν Ἡρακλέους, ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν, αὐτὴ τοῖς ἑαυτῆς λόγοις ἀπολεῖται. τίς γὰρ τόπος λοιπὸν

ἢ χρεία ῥητορικῆς ἢ λόγων, εἰ τὸ δίκαιον ἡ χεὶρ ὁριεῖ καὶ μηδὲν πλέον ἔσται τῷ δυναμένῳ διδάξαι περὶ τοῦ πράγματος; ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι κρατήσει; καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι; δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾁσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλʼ ὡσπερεὶ σχετλιάζων. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι καὶ ἑτέρωθι μεμνημένος περὶ αὐτῶν ἐν διθυράμβῳ τινὶ σὲ δʼ ἐγὼ παρʼ ἁμὶν φησὶν αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. οὐ γὰρ εἰκὸς φησὶν ἁρπαζομένων τῶν ὄντων καθῆσθαι παρʼ ἑστίᾳ καὶ κακὸν εἶναι. καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου, οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. αὐτὸς γοῦν τὸ

τοιοῦτον κέκληκεν ὀλισθηρὸν οἶμον καὶ κελεύει φυλάττεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν; εἴτε γὰρ δοκοῦντα Πινδάρῳ ταῦτʼ ἦν εἴτε μὴ, ἀλλʼ οὐ τῇ γε ῥητορικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκαστον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλʼ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐναντίον παρανομίαν. τοῦτʼ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τηροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σωφρονίζουσα. μέγιστον δὲ μαρτύριον· οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δʼ ὑπερτέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητορικῇ διοικούμενον. ἀλλʼ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύσεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δʼ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥητορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆς

νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δʼ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως διχόθεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται, ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα, ὡς μάλιστʼ ἔμελλον ἅπασαι συμμένειν, ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι. πότερον οὖν

πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορικὴ, ἢ τὰ τῆς πολιτικῆς ὡς σὺ φῂς μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλʼ οὕτως ὥσπερ εἴδωλον ῥητορικῆς ἀπειληφὼς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δʼ οὐδʼ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. διαφέροι δʼ ἂν τοσοῦτον, ὅτι οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον. ἀλλὰ μὴν τῆς γε ἀρετῆς τέτταρα δή πού φασιν εἶναι μόρια, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει καὶ ὑπὲρ δικαιοσύνης, σωφροσύνη δὲ τῶν ἐχόντων καὶ ἀνδρεία τὰς πόλεις σώζει· σωφροσύνη μὲν, ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται, ἀνδρεία δʼ ὅτι τοῖς ἐναντίοις οὐχ ὑπείκουσιν. ἂν γὰρ εἴξωσιν, οὐ φυλάξουσι τὴν ῥητορικὴν, ὥστε ἕως ἂν φυλάττωσιν, οὐκ εἴκουσιν. οὐκοῦν οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιοσύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν, ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς ἅπαντα διʼ αὐτῆς πεποίηται, καὶ ὅπερ ἐν σώματι γυμναστικὴ καὶ ἰατρικὴ, συναμφότερον λέγω, τοῦτʼ ἐν τῇ ψυχῇ καὶ τοῖς τῶν πόλεων πράγμασι
ῥητορικὴ φαίνεται. τὰ μὲν γὰρ ἄδηλα εἰ καὶ γενήσεται

προορᾷ, ἐπειδὰν δημηγορῇ· τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ· τὰ δὲ διατηρεῖ καθʼ ὅσον δύναται· τὰ δὲ πραχθέντα ἐπανορθοῖ, ἐπειδὰν τοὺς ἀδικοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, ἢ τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, ἢ μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτʼ ἐστὶ πρὸς ῥητορικὴν, ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια; οὐ γὰρ ἔγωγε ταῦτʼ ἔπειθον, φήσειεν ἂν ἡ ῥητορική. οὐδʼ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν ἂν διεπράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων,

φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλʼ εὐθὺς ἂν εἰσήγαγον οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ἡ ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ· νῦν δʼ ἀπούσης ἐμοῦ ὁ μὲν ἠδίκει, οἱ δʼ ἠτύχησαν οἵ τε διαφθαρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστʼ εἰ μηδαμόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶς

δουλεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλʼ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτʼ ἐστὶ πρὸς ἔπος; ἢ πότʼ

ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθʼ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥητορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτʼ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ οἶμαι γέλως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαίνοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι, τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δʼ ἀντικείμενον λόγον

οὐχ ὁρᾷ, οὐδʼ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθʼ ὅσα πώποτʼ ἐπράχθη χρηστὰ κατʼ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵνʼ εἰ μὲν εἴη τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δʼ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅσʼ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν εἰς τοὺς κατʼ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δίʼ

ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατʼ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρμάκῳ τινὰς ἤδη καί τινʼ ἴσως ἄλλον τρόπον, ἀλλʼ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν ἀνθρώπους ὥστʼ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφʼ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπάζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέφυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώπους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτʼ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆς

τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθʼ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλʼ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλʼ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γʼ ἄλλο τι αἰσχρὸν οὐδέν

ἐστι παρʼ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δʼ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου, ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γʼ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλʼ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν
ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δʼ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατʼ ἐπωνυμίαν. καὶ τοσοῦτόν γʼ

ἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης, ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ, ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατʼ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξεπίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος. καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλʼ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομοθετικὴ καὶ κατʼ αὐτὸν ἐκεῖνον καὶ καθʼ ἡμᾶς καὶ κατὰ πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ καταριθμεῖσθαι τοῦτʼ αὐτὸ δή που τὸ δικαίως οὐκ

ἐκπεφευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντʼ ἔχοντας τὰ δεινότατα; πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέντας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρʼ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρ

ὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δʼ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο

ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτʼ εἶναι νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορικῆς ἔστω πρὸς Πλάτωνα. ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω. οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συκοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δικαίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλʼ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμένους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφʼ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλʼ ἂν ἔχοι παράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ πρότερον γενομένοις ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δʼ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν, ὅτι οὐκ, εἴ τινες φιλοσοφίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν,
οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλʼ αὐτοῖς τούτοις τεκμηρίοις χρηστέον κατʼ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.