Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

βουλόμεθα, αὖθις τοὺς ἐκείνων ἐχθροὺς αἱρησόμεθα, ἀεὶ τοῦθʼ ὃ σπουδάζομεν λύσομεν, ὥσθʼ ἡμῖν ἐκ πολέμου πόλεμος φύσεται.

τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότʼ οὐχ ἕξομεν τὸ ἆθλον ὅταν κτησάμεθα; ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδʼ ὁντινοῦν ἔχει. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμʼ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ

οὐδʼ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν, ἐλάττους ὄντες τῶν πραγμάτων, ἀλλʼ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἷοίπερ ἦσαν γενέσθαι, ἐκεῖνοι δʼ ἕως ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, διʼ ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσσήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνάμεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλʼ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριωτέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀνθρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν; οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δʼ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτʼ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵνʼ ἀπὸ τῶν οἰκείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφʼ ἡμῶν ἐπὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, —ἴστε γὰρ δή που τοῦθʼ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρακοσίους δʼ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτʼ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπολέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμετέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν