Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

Πελοπόννησον κατὰ πόλιν ληφθῆναι—ἀλλʼ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δʼ, ὅτε Μαρδόνιος προὐκαλεῖθʼ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δʼ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθʼ ἡμᾶς εἰργάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνάβαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστʼ αὐτοῖς συγκατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατʼ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μάλιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἐτράποντο, ἵνʼ ἡμῖν χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι· γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον ἢ τούτους ἐπʼ ἐκείνοις ἐτιμωροῦντο. ἀλλʼ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς δʼ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν

ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων. ἆρʼ ἔχουσι χάριν Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα ἢ καθʼ ἃ ἂν λάβωσι; τί ποτʼ οὖν τὸ αἴτιον καὶ τίς ἡ φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπονθέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαντες ἐπʼ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐτοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδʼ ἡντινοῦν αὐτοῖς ὀφείλουσι χάριν.

ὁ μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται,