Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

γε πράως καὶ μετρίως; οὐκ ἂν φαῖεν οἱ πεπειραμένοι. εὑρεθήσονται γὰρ τῶν ἐκ προφανοῦς ἐχθρῶν πολὺ μείζω δίκην δεδωκότες αὐτῶν ἔνιοι, καὶ τοῦτο οὐδʼ ἂν εἷς ὑμῖν ἐπιτιμήσειεν οὐδὲ μέμψαιτο δικαίως. ὅλως μὲν γὰρ οὐκ ἔστι φέρειν ἀδικούμενον, τὸ δʼ ὑφʼ ὧν ἥκιστα ἐχρῆν ἀπαραίτητον τὴν ὀργὴν παρίστησι. μὴ τοίνυν ἃ τοῖς ἄλλοις δίκαια ὡρίσατε, αὐτοὶ ταῦτα ὑπερβαίνοντες φανῆτε, ἀλλὰ λογίζεσθε ὅτι ἐκείνων μέν τισι καὶ πρόφασίς τις ὕπεστι διʼ ἣν τύχοιεν ἄν ποτε συγγνώμης, οἷον μείζους εἶναι τοὺς φόρους, ἐλαύνεσθαι, παρεκλέγειν ἰδίᾳ τινὰς αὐτοὺς, τὰ τοιαῦτα, ἐφʼ ὑμῶν δʼ οὐδʼ ἂν εἷς εἴποι τοιοῦτον οὐδὲν, οὐδέ γε ἔχοιτʼ ἂν αὐτοί. πῶς οὖν οὐχ ὑπερβολὴν δεῖ τινα πίστεως εἶναι; οὐ γὰρ δή που γενναῖόν γʼ εἶναι φήσομεν μέχρι τούτου τισὶ συμπράττειν μέχρι ἄν τι χρηστὸν πράξωσι, τηνικαῦτα δʼ ἐχθροὺς γίγνεσθαι μεταβάλλοντας αὐτοὺς ὥσπερ ἠδικημένους. ὅλως μὲν γὰρ τὸ ἐγκαταλιπεῖν τοὺς φίλους, ἐάν τε ἀτυχοῦντας ἐάν τε εὖ πράττοντας, τῆς αὐτῆς αἰσχύνης ἐστὶν ὄνομα· ἔπειτα

τοσούτῳ χεῖρον ἐμοὶ γοῦν δοκεῖ καὶ πονηρότερον τὸ τοῖς εὐτυχοῦσιν ἀπίστους εἶναι, ὅσῳπερ οἱ μὲν τοὺς ἐν ταῖς συμφοραῖς προϊέμενοι κἂν ἀδυναμίαν εἰπεῖν ἔχοιεν, διʼ ἣν οὐχ οἷοί τʼ εἰσὶν αὐτοὺς ἐξελέσθαι, οἱ δὲ τοῖς εὖ πράττουσι δυσμεναίνοντες φθόνου καὶ βασκανίας καὶ οὐδεμιᾶς πολιτικῆς αἰτίας δόξαν σχοῖεν ἂν λοιπήν· ὃ πάνθʼ ὑπεραίρει τὰ ἐξ ἀνθρώπων ὀνείδη. ὥσπερ γὰρ, οἶμαι, κυβερνήτῃ παρὰ μὲν τὸν χειμῶνα καὶ τὸν σκηπτὸν ἀφέντι τὴν ναῦν συγγνώμη, οὐρίᾳ δὲ παρὸν πλεῖν προεμένῳ κατηγόρημα καὶ μέμψις ἄφυκτός ἐστιν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων αἱ μὲν δυσκολίαι τῶν καιρῶν ἀπολογίας ἐνδιδόασι τοῖς ἀφεστηκόσιν, αἱ δʼ ἐν ταῖς εὐτυχίαις ἀγνωμοσύναι σαφῆ καὶ καθαρὰν τὴν μέμψιν ἐργάζονται. ἔπειτʼ ἔμοιγε οὐδὲ ἀνοητότερον οὐδὲν φαίνεται ἢ τὸ τῶν μὲν πόνων καὶ τῶν κακῶν κοινωνεῖν ἐθέλειν τοῖς δεομένοις, ὅταν δʼ ὁ τοῦ κομίζεσθαι τοὺς καρποὺς καιρὸς ἔλθῃ, τότε ἄλλους μεθʼ ὅτων τις πάλιν ταλαιπωρήσεται ζητεῖν. πρὸς δὲ οὐδʼ ὁρῶ τὸ πέρας. εἰ γὰρ τοὺς μὲν κρατουμένους ἀεὶ προσδεξόμεθα, ἐπειδὰν δὲ καταστήσωμεν αὐτοὺς οὗ