Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μὴ τοίνυν νομίσητε τηλικοῦτον εἶναι κατηγόρημα τὸ πρὶν συναγωνίσασθαι μετατάξασθαι, ἡλίκον τὸ πολλῶν τισι καὶ μεγάλων ἀγώνων κεκοινωνηκότας, εἶτʼ ἐναντία θέσθαι τὰ ὅπλα ῥᾳδίως, ἵνʼ οὕτως ἐάσω τὸ κατὰ Θετταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον. οὐ γὰρ ἀμνημονεῖν γε φήσομεν οὔτε τῆς ἐν Ἁλιάρτῳ μάχης, ἣν ἐνικῶμεν κοινῇ Λακεδαιμονίους, οὔτε τῆς ὕστερον ἐν Κορίνθῳ τῆς μεγάλης ἐκείνης, οὔτε τῆς πρὸς Ἀγησίλαον πρὸς Κορωνείᾳ, τάς τε ἄλλας σιωπῶ, καταλέξαι γὰρ ἴσως ἁπάσας οὐ ῥᾴδιον. νὴ Δία, τὸ γὰρ τοῦ βασιλέως σοφὸν, ὃς διῆγεν ἡμᾶς ἐπʼ ἀνίσων ἐπὶ τοῦ μεγάλου πολέμου. καὶ τί μεῖζον τῆς ἀπιστίας ἔχοι τις ἂν εἰπεῖν δεῖγμα ἢ τὸ φίλον μὲν μηδετέροις φάσκοντα, ἐχθρὸν δʼ ἀμφοτέροις, καὶ μηδὲν μᾶλλον τοὺς ἀνθεστηκότας μισεῖν ἢ μεθʼ ὧν ἦν ἑκάστοτε; τούτου μὲν ἕνεκα κἂν τὰς ἐπιορκίας ἐκείνου ζηλοῖμεν καὶ τἄλλα ὅσα ἐκείνῳ διεσπούδασται κακὰ, ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ, μᾶλλον δʼ ὅλως ἄτοπον, ὄντας Ἀθηναίους τὰ τοῦ Πέρσου πονηρεύματα μιμεῖσθαι. οὐδὲ γὰρ οὐδʼ ὁμοίως περὶ τῆς Ἑλλάδος ὑμῖν τε κἀκείνῳ βουλευτέον ἐστὶν, ἀλλʼ ἐκείνῳ μὲν ὡς ἐχθρῷ καὶ μισοῦντι, ὑμῖν δʼ ὡς ἄρχουσι καὶ προστάταις. οἶμαι τοίνυν μηδʼ ἄλλως ἔχειν λόγον χρηστὸν μηδὲ τῆς ἐπωνυμίας ταύτης ἄξιον χείρους φανῆναι Θηβαίων. εἰ γὰρ οἱ μὲν καίπερ εὐτυχηκότες οὐκ ἀπολείπουσιν ἡμᾶς, ἀλλʼ ἐμμένουσι ταῖς ὑπαρχούσαις πίστεσιν, ὑμεῖς δʼ οὐ φροντιεῖτε προϊέμενοι καὶ

καταλιπόντες ἐκείνους, καὶ ταῦτα καλούμενοι, πῶς οὐχ ὃ μηδὲ λέγειν δεῖ συμβήσεται; οὐ μὴν οὐδʼ ἐκεῖνο καλὸν, βελτίους ὑμᾶς ὑπὸ Θηβαίων ὑπειλῆφθαι ἤπερ ὑφʼ ὑμῶν αὐτῶν ἀποφανθῆναι. τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθʼ ὑπακοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι, πῶς ἂν εἴη τὴν αἰσχύνην ταύτην ἐκπεφευγός; ἄξιον δʼ ἐξετάσαι πῶς ποτε ἔχετε αὐτοὶ πρὸς τοὺς ἀφισταμένους τῶν συμμάχων. ἆρά