Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δʼ

ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδʼ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τʼ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφʼ ἑτέρους. ὡς δʼ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτʼ ἐγκαταλιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ ὁ μὴ σώσας ὃν οὐχ ἡγεῖτʼ ἄξιον ἠδίκηκεν, ἀλλʼ ὁ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δʼ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι, τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολεμίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότʼ ἐκ πολεμίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ἡ ψῆφος, τῶν δʼ ἐφʼ ὑμᾶς τὸν δῆμον τί ποτʼ ἄν τις φήσειεν ἄλλο πλὴν τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέγραπται. εἶθʼ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ δεῖ ποιεῖν αὐτὸ τοῦθʼ ὃ βεβουλεύμεθα, ἢ καὶ νὴ Δία τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπʼ αὐτῷ τούτῳ
σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετταλοί ποτε δεῦρʼ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέστησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.