Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο καλοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δʼ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον· εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων· εἰ δʼ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν
αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν.σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου, σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτʼ ἔδει ταῦτʼ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν διδάσκουσιν, ὅτε εἰ καὶ τότʼ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἥρμοττεν· ἀναιδεῖς δὲ, εἰ καὶ τότʼ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε; εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δʼ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτʼ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς, τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτʼ ἐξ ἁπάντων προθυμότερον στῆναι μετʼ αὐτῶν δεῖ; πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθʼ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ διʼ ἐκεῖνα κινδυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θʼ ὑπάρχει καὶ τὰ παρʼ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον, ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθʼ ὅλως ἀνενηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε