Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

εἶναι, πρόσεστι πρὸς μὲν Λακεδαιμονίους πολλὰ καὶ ἄλλα ὕστερον ἡμῖν ὑπεναντία καὶ δύσκολα πραχθῆναι, πρὸς δὲ Θηβαίους μηδὲν μετʼ ἐκεῖνα. ὥστʼ εἴ τις ἰσχυρίζεται τῇ τότε κοινωνίᾳ τάδε προσθεὶς, ἐπὶ τοὺς Λακεδαιμονίους εὑρήσει ῥέποντα τὰ ἐγκλήματα, καὶ τοσούτῳ πλεονεκτοῦντας αὐτοὺς, ὅσῳ οὐκ ἔθʼ οἱ Θηβαῖοι μετεσχήκασιν. ἄνευ δὲ τούτων τε καὶ τῶν ἔμπροσθεν τοιαύτην ἔσχηκε τὴν τάξιν τὸ πρᾶγμα ὥστε Θηβαίους μὲν, εἰ καὶ πλέον εἶχον τῶν ἀδικημάτων, λελυκέναι πάντα ταῖς τελευταίαις εὐεργεσίαις, Λακεδαιμονίους δʼ, εἰ καὶ μηδὲν ἄλλο ἠδικήκεσαν, ὧν γʼ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν τὴν ἐσχάτην ὀφείλειν δίκην, καὶ πολὺ μᾶλλον δεῖν Θηβαίους ὧν συνέπραξαν ἡμῖν εὖ ποιεῖν ἢ Λακεδαιμονίους διʼ ἐκεῖνα μισεῖν ὧν τούσδε κοινωνοὺς ἔσχον. τὸ δὲ πάντων ἰσχυρότατον, τοῖς μὲν ὧν πρὸς ἡμᾶς ἠγνωμόνησαν μέμψις ἐστὶ μόνη τοῖς Θηβαίοις, τοῖς δὲ πρὸς ταύτῃ μείζων καὶ ὧν ἐπὶ τούτους ἀδίκως ἦλθον τοὺς αὐτῶν ποτε συμμάχους.

ὥστʼ εἰ μηδετέροις ἐκείνων μνησικακεῖν δεῖ, τοῖς γε δή που Θηβαίοις διὰ ταῦτα βοηθεῖν ἄξιον. εἰ δὲ δεῖ παρὰ πάντα εἰπεῖν τὸ γνωριμώτατον, οὐκ ἐξεταστέον ἡμῖν ἔτι Θηβαίους, πάλαι γὰρ ἔδει πρὸ τῆς συμμαχίας. νῦν δʼ ὑπὲρ ἧς ἄν τις ταῦτʼ ἐξήτασε, γεγονυῖα ὑπάρχει πολλοῖς πρότερον χρόνοις. καὶ τίς ἔσθʼ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα πᾶσι συνεδόκει, τότʼ ἔδει προφέρειν ὅτε πρῶτον ὑμῶν ἦλθον εἰς χρείαν. τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν. καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Λακεδαιμονίων νῦν διατεινομένους, τίνα γνώμην εἶχον τότε καὶ τί ποτʼ αὐτοῖς ἐδόκει, ὅτʼ ἐξῄεσαν μὲν ἐκ Πελοποννήσου Λακεδαιμόνιοι σωφρονιοῦντες, ὡς ἔφασκον, τοὺς Θηβαίους, ἐπειδήπερ οὐ συνεστρατεύσαντο αὐτοῖς ἐπὶ τὸν Πειραιᾶ, ἀλλὰ καὶ τοὺς ἐκπεσόντας ἡμῶν ὑπὸ