Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτʼ ἐπιλήσμων οὔτʼ ἀναίσχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθʼ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω. ὅταν γὰρ μὴ παρὰ μικρὸν ὑπερβάλωσιν αὐτοὶ, πῶς οὐχ ὃ θαυμαστὸν εἰπεῖν δοκῶ ποιοῦσι; πάντες γὰρ δή που τοῦτʼ ἴστε, ὅτι οὐ Θηβαῖοι Λακεδαιμονίους ἔχοντες ἐπολέμουν ἡμῖν τότε, ἀλλὰ Λακεδαιμόνιοι Θηβαίους. τί δὴ τοῦτο δύναται; ἐγὼ νομίζω τοὺς μὲν ἵνʼ ἄρχωσιν αὐτοὶ καὶ δυναστεύωσι πολεμοῦντας πλεονεξίας ἐπιθυμίᾳ τοῦτο ποιεῖν καὶ φθόνῳ νὴ Δία τῷ πρὸς τοὺς ὑπάρχοντας προστάτας, τοὺς δʼ ἀκολουθοῦντας καὶ μετέχοντας κοινωνεῖν μὲν οὐ δικαίου πράγματος, δικαίῳ δʼ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις. εἰ δʼ ὀρθῶς τοῦτο νομίζω, εὑρίσκω τοὺς μὲν ὀργῆς, τοὺς δʼ ἐπαίνου κριθέντας ἂν ἀξίους ἐκ τῶν αὐτῶν, οἶδα δʼ ὅτι εἰ Λακεδαιμόνιοι τὰ αὑτῶν πράττειν ἤθελον, οὔτʼ ἂν ὀργὴ Κορινθίων οὔτʼ ἂν μέμψις Μεγαρέων οὔτε Θηβαίων ἄνοια οὐδὲν ἂν ἴσχυσεν, οὐδʼ ἂν προσέλαβε τῷ μίσει δύναμιν τοῦ ποιῆσαι κακῶς ποτε τὴν πόλιν. νῦν δʼ, οἶμαι, δυσμένεια καὶ φθόνος καὶ ἀπιστία συνήθης τὸ κινῆσαν Λακεδαιμονίους ἦν ἐφʼ ἡμᾶς· τἄλλα δὲ πάντα ἅτε ὄντες δεινοὶ προφάσεις οὐκ ἀώρους προὐβάλοντο. ἔδειξαν δʼ οὐχ ἥκιστα ἐπὶ τῶν τειχῶν μετὰ τὸν πόλεμον τὸν πρὸς τὸν

βάρβαρον εὐθέως. ἢ καὶ τότε Θηβαῖοι πέμπειν ἐκέλευον αὐτοὺς τοὺς κωλύσοντας αὐτὰ στῆναι; εἶτʼ ἐγὼ Φλιασίους ἢ τοὺς δεῖνας τῶν ἐπὶ τοῦ πολέμου κακῶν αἰτιῶμαι, καὶ τούτοις ἀνατιθῶ τὰς πράξεις, ἀλλʼ οὐ τοῖς ἐφʼ ἡμᾶς τούτοις χρησαμένοις, ἵνʼ αὐτοὶ τῆς Ἑλλάδος ἄρχωσιν; ἢ καὶ Φαρνάβαζον, ἢ Πισσούθνην αἰτιάσωμαι τῶν βαρβάρων, ἀλλʼ οὐ τὸν κύριον τῶν ὅλων βασιλέα; καὶ τίς πώποτε τοῖς δούλοις ἀνέθηκεν ὅσʼ ἂν κελευόμενοι ποιῶσιν, ἀλλʼ οὐ τοῖς ἄγουσιν αὐτοὺς ἐπὶ ταῦτα δεσπόταις;

πρὸς τῷ τοίνυν μὴ τὴν ἴσην μέμψιν ἀμφοτέροις ὀφείλεσθαι τῶν τότε ἔργων, ἃ κοινά τις αὐτοῖς φησιν