Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μηδέπω τὴν ἱκανὴν ἔχομεν, τὸ δοκεῖν μνησικακεῖν ἐκφεύγομεν, ἂν ἐπεξίωμεν αὐτοῖς. ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτʼ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσεξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησικακεῖν καλῶ· ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκούσης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτʼ ἂν νεμεσῆσαί

τινα ἡγοῦμαι δικαίως οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν; ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν; οἷς καὶ μείζονα ἢ καθʼ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλʼ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί τινα ὧν πέπονθε καὶ μνησικακεῖν· ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται. ὁ δʼ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δʼ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε; οὔθʼ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθʼ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλʼ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα.

πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις; ἐκ τοῦ βούλεσθαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαιμόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον διʼ ἃς εἶπον αἰτίας; καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότʼ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαιροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδʼ ἀναμαρτήτους εἴποιμʼ