Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

εἰ μέλλουσιν εἰς τοῦθʼ ἥξειν. ἑνὸς γὰρ μέρος τοῦ πολέμου τοῦ τότε [ἡμέρα καὶ καιρὸς], λέγω τοῦ Σικελικοῦ, πλείω κακὰ καὶ πράγματα ἡμῖν ἤνεγκεν ἢ Λακεδαιμονίοις ἃ νῦν ἀποδύρονται. ἢ πρὸς τί βούλεσθε ἐκείνων ταῦτʼ ἐξετάσομεν; πότερον πρὸς τὰς ναυμαχίας ἃς τοσαύτας ἠτυχήσαμεν, ἢ πρὸς τὰς ἐν τῇ γῇ μάχας, ἢ πρὸς τὸν τῶν τριήρων ἐμπρησμὸν, ἢ πρὸς τὴν ἀναχώρησιν τὴν πανώλεθρον; ἀλλὰ μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐκ οἶδα εἰ ἄδακρυς ταῦτα διεξιὼν ἀρκέσω.

τί οὖν οἱ νῦν ταπεινοὶ Λακεδαιμόνιοι, τηλικαύτης καὶ τοσαύτης συμφορᾶς περιεχούσης τὴν πόλιν; ἆρά γε ἀποχρῆν ἔκριναν; πάντας μὲν οὖν ἀνθρώπους συνίστασαν τότε ἐπʼ αὐτὴν, Τισσαφέρνην, Κῦρον, τὰς Φοινίσσας τριήρεις, τοὺς βασιλέως δούλους, τοὺς Ἕλληνας ἅπαντας, ἕως ἅπαντα διελθόντες ἐν Αἰγὸς ποταμοῖς παρεστήσαντο

τὸ ναυτικὸν ἡμῶν. καὶ τοῦ τοιούτου πάθους συμβάντος τῇ πόλει πῶς ἐποίησαν; καταλαβόντες τὸν εἴσπλουν εἶργον τὰ πλοῖα τοῦ Πειραιῶς· καὶ δὴ λιμὸς ἦν. οὐδὲ τοῦτʼ ἀπέχρη, ἀλλʼ ἐχομένων μὲν τῶν νήσων, ἐχομένων δὲ τῶν ἄλλων ἁπάντων κτημάτων, μεθεστηκότων δʼ οἰκετῶν, πορθουμένης δὲ τῆς χώρας ὑπὸ τῶν ἐν Δεκελείᾳ, τοῦ δὲ ἐδάφους ὄντος λοιποῦ τῇ πόλει, τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε συμβάσεως ἡμᾶς οὐκ ἠξίωσαν ἐν τοσούτοις κακοῖς, ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐλθόντας ὡς αὐτοὺς παρʼ ἡμῶν πρότερον μὲν ἀπράκτους καθάπαξ ἀπέπεμψαν, τελευτῶντες δʼ ἐπὶ τοσοῦτον κατέσχον, ἕως πλήρη νεκρῶν ἐποίησαν τὴν πόλιν, καὶ ταύτην ἐπιθήκην κακῶν προσεξετίσαμεν αὐτοῖς. τηνικαῦτα δʼ ἐσπένδοντο ἐπὶ τῷ προσθεῖναί τι κακὸν, ἐπὶ τῷ παραδοῦναι μὲν ἡμᾶς αὐτοῖς τὰς ὑπολοίπους ναῦς, κατασκάψαι δὲ αὐτοχειρίᾳ τὰ τείχη. τάχʼ ἂν οὖν τις τοῦτʼ αὐτὸ μνησικακεῖν εἶναι φήσειε, τὸ ταῦτʼ ἐξετάζειν ἀκριβῶς, τὸ δʼ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον. διὰ τί; ὅτι οὐδέπω πεπονθότων ἅπερ ἡμεῖς τῶν Λακεδαιμονίων οὐδὲ εἰς ἴσον ἡκόντων οὐκ ἔστιν εἰπεῖν ὡς αὐτάρκη δίκην εἰλήφαμεν. εἰ δὲ