Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αὐτοὶ νῦν εἰ τοιαῦτʼ ἀγνωμονήσαντες περὶ Θηβαίους καὶ τοιαύτης ἀδικίας ἄρξαντες δώσουσι μὲν ἐκείνοις, δώσουσι
δʼ ὑμῖν δίκην, ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι. οὐδὲ γὰρ οὐδʼ ἴσον τοὺς δεῖνας ἀφεστηκότας προσάγεσθαι, ἢ τοὺς δεῖνας οἷς αὐτός τις χρῆσθαι κελεύειν νόμοις, καὶ τὴν Θηβαίων ἀκρόπολιν καταλαβόντας ἔχειν βίᾳ παρὰ τὰς συνθήκας, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, τὰς ἑαυτῶν. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐχ ἡμεῖς οὐδὲ Θηβαῖοι τὴν ἀρχὴν ἐκινήσαμεν, οὐδʼ ἐσπουδάσαμεν περὶ τούτων, ἀλλʼ ἐκεῖνοι βασιλέα προσλαβόντες ἡμᾶς ἐβιάσαντο, καὶ οὕτως συνεχωρήσαμεν. θαυμάζω τοίνυν εἰ τοῖς ἄλλοις τὰ αὑτῶν πράττειν ἀνάγκην προσθέντες, αὐτοὶ τηλικαῦτα καὶ τοιαῦτα περιεργασάμενοι βοήθειαν αἰτήσουσιν, οὐ δίκην ὑφέξουσι. νὴ Δίʼ ἀλλʼ ἤδη δεδώκασιν αὐτάρκη, καὶ σύνηθες τῇ πόλει μὴ μνησικακεῖν, καὶ τοιοῦτοί τινες πρὸς τὸ δίκαιον ἀπαντῶσι λόγοι, πρὸς οὓς ἐγὼ ταῦθʼ ἥδιστʼ ἂν εἴποιμι· εἰ τοὐναντίον ἦν, καὶ οἱ Θηβαῖοι παρόντες ἐφαίνοντο ἐπὶ τοὺς Λακεδαιμονίους τότε πρῶτον, μὴ ἐπὶ τούτους ἐκεῖνοι, τί ἂν εἶπον οἱ τοῖς Λακεδαιμονίοις κελεύοντες βοηθεῖν; οὐχ ὡς ἠδίκηνται καὶ δεῖ διὰ τοῦτο μετʼ αὐτῶν γίγνεσθαι; οἶδʼ ἐγὼ μεθʼ ὅσης καὶ ἡλίκης κραυγῆς τοῦτʼ ἂν ἐλέγετο. εἰ τοίνυν [εἰ μὲν] προηδίκηντο, ταῦτʼ ἂν προὐβάλοντο καὶ διὰ ταῦτʼ ἂν ἔδει βοηθεῖν, ἐπεὶ δʼ ἀδικοῦντες ἑώρανται, διὰ τὸ μὴ δεῖν μνησικακεῖν ὁμοίως βοηθήσομεν; καὶ πότε καὶ μετὰ Θηβαίων ἐσόμεθα, ἢ πόθεν, ὦ Ἀθηναῖοι, τὸν ἐξετασμὸν τοῦ ποτέρους δεῖ ἑλέσθαι ποιησόμεθα, εἰ μηδὲν ὧν πεποιήκασι θήσομεν εἰς λόγον; οὐ γὰρ δὴ κλήρῳ γε κελεύσομεν αὐτοὺς διακριθῆναι, ἀλλʼ ὁποτέροις ἂν τὰ πεπραγμένα, οἶμαι, προσάγῃ, τούτοις, ἐὰν ἃ χρὴ ποιῶμεν, βοηθήσομεν. ἀλλὰ μὴν πρός γε τὸ οὐ χρὴ μνησικακεῖν καὶ δεδώκασιν ἤδη Λακεδαιμόνιοι δίκην, εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα. τί δὴ λέγω; οὐδέπω πάρεισιν, ὦ Ἀθηναῖοι, Λακεδαιμόνιοι. πόθεν; εἰς ἅ ποτε ἡμᾶς ἤγαγον; πολλὰ πάθοιεν ἂν,