Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τι τῶν πάντων ἠδίκηντο ὑφʼ ἡμῶν ἐπʼ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δʼ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐδέν ἐστιν εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων.
τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δʼ οὐκ ἠνεσχόμεθʼ οὐδʼ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθηναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγκαν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαντες, ἃς ὅθʼ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει; ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθʼ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθʼ ἕκαστον ἀγῶνας, ἀλλʼ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ.ταῦτʼ οὖν ὅτʼ ἀντʼ Αἰγινητῶν καὶ τοῦ πολιορκεῖν Ποτίδαιαν ἔκριναν παθεῖν ἡμᾶς, τί φαῖεν ἂν αὐτοὺς δεῖν ἀντὶ τοῦ τὴν Καδμείαν κατασχεῖν εἴσω παρελθόντας ἐν εἰρήνῃ καὶ συνθήκαις ταῖς χρησταῖς ταύταις, ὦ γῆ καὶ θεοὶ καὶ δίκαι, αἷς, ἵνʼ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο. ἀλλʼ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες, ταῦτα δʼ ἐπειδήπερ οὐ συνεχωρήσατε ποιήσαντες τὴν πόλιν, οὐδʼ ὁτιοῦν ἕξουσιν εἰπεῖν