Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πεπραγμένοις φιλοτιμίαν ὑμῖν προστιθέντων. οἱ γὰρ, εἰ μὴ βοηθήσεθʼ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, διʼ ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφʼ οἷς κεκρατήκασι δόξαν ἐφʼ ὑμᾶς ἄγουσιν.

ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι· οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτʼ ἂν οὐδὲ ἐφʼ ᾧ μᾶλλον ἂν εἴχετε σεμνύνεσθαι δικαίως· ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους γεγονότας, τὴν φιλοτιμίαν δʼ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δʼ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν. οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλτιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον

ὡς οὐκ ἐδέονθʼ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντʼ ἄν ποτʼ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφʼ αὑτῶν ἐξελεγχόμενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατʼ ἄλλο τι· ὃ δʼ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτʼ οὐ πεπόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφʼ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδʼ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἕως ἂν ἀπῆτε ὑμεῖς, πῶς οὐκ εὖ φρονοῦσι; καὶ μὴν οὐδὲ Λακεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν· κἂν ἐπʼ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδʼ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδʼ ἀνετέον. ἐκεῖνοι μὲν γὰρ ὅ