Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδʼ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλʼ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρότερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους. ἐπεὶ δʼ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις ἃ σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δʼ ὑμᾶς πρῶτον βούλομαι, ὅτε Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς—ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι—πῶς, ὦ Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρʼ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, ἢ πολὺ τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λαβεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν ὁ καιρὸς οὗτος ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δικαίας

γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευθερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστʼ εὔχεσθαι μὲν ταῦτα, παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλʼ οὐκ οἶδʼ ὅτων εἴπω πεπόνθατε. οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδʼ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δʼ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν ἢ μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρθωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς