Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
  2. δίκας ἀδίκοισιν ὄφρα μήσεται·
  3. οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
  4. δοντα μὴ ʼντυχεῖν κακῷ.
  5. πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
Αἰγεύς
  1. δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
  2. λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
  3. ξίφος ἔχειν ἐλεφαντόκωπον ·
  4. ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
  5. κηὔτυκτον κυνέαν Λάκαι-
  6. ναν κρατὸς πέρι πυρσοχαίτου·
  7. στέρνοις τε πορφύρ εο ν
  8. χιτῶνʼ ἄμφι, καὶ οὔλιον
  9. Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ
  10. στίλβειν ἄπο Λαμνίαν
  11. φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν
  12. πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων
  13. μεμνᾶσθαι πολέμου τε καὶ
  14. χαλκεοκτύπου μάχας·
  15. δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.