Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- πάρεστι μυρία κέλευθος
- ἀμβροσίων μελέων,
- ὃς ἂν παρὰ Πιερίδων λά-
- χῃσι δῶρα Μουσᾶν,
- ἰοβλέφαροί τε καὶ
- φερεστέφανοι Χάριτες
- βάλωσιν ἄμφι τιμὰν
- ὕμνοισιν· ὕφαινέ νυν ἐν
- ταῖς πολυηράτοις τι κλεινὸν
- ὀλβίαις Ἀθάναις,
- εὐαίνετε Κηϊα μέριμνα.
- πρέπει σε φερτάταν ἴμεν
- ὁδὸν παρὰ Καλλιόπας λα-
- χοῖσαν ἔξοχον γέρας.
- ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα
- φεῦγε χρυσέα βοῦς,
- εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
- Ἰνάχου ῥοδοδάκτυλος κόρα·
- ὅτʼ Ἄργον ὄμμασιν βλέποντα
- πάντοθεν ἀκαμάτοις