Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. θνατῶν ἦν, Κρονίδα Λυταίου
  2. σεισίχθονος τέκος·
  3. σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
  4. Κρεμμυῶνος, ἀτάσθαλόν τε
  5. Σκίρωνα κατέκτανεν·
  6. τάν τε Κερκυόνος παλαίστραν
  7. ἔσχεν, Πολυπήμονός τε καρτερὰν
  8. σφῦραν ἐξέβαλεν Προκό-
  9. πτας, ἀρείονος τυχὼν
  10. φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
Χορός
  1. τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
  2. λέγει, τίνα τε στολὰν ἔχοντα;
  3. πότερα σὺν πολεμηΐοις ὅ-
  4. πλοισι στρατιὰν ἄγοντα πολλάν;
  5. ἢ μοῦνον σὺν ὀπ.άοσιν
  6. στείχειν ἔμπορον οἷʼ ἀλάταν
  7. ἐπʼ ἀλλοδαμίαν,
  8. ἰσχυρόν τε καὶ ἄλκιμον
  9. ὧδε καὶ θρασύν, ὅς τε τούτων
  10. ἀνδρῶν κρατερὸν σθένος