Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
  2. θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
  3. πάκτων ἐπʼ ἰκρίων
  4. σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
  5. δέξατο θελημὸν ἄλσος.
  6. τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
  7. κέαρ, κέλευσέ τε κατʼ οὖ-
  8. ρον ἴσχεν εὐδαίδαλον
  9. νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
  10. ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
  11. νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
  12. τρέσσαν δʼ Ἀθαναίων
  13. ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
  14. ἥρως θόρεν πόντονδε, κα-
  15. τὰ λειρίων τʼ ὀμμάτων δά-
  16. κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
  17. φέρον δὲ δελφῖνες ἁλι-
  18. ναιέται μέγαν θοῶς
  19. Θησέα πατρὸς ἱππί-
  20. ου δόμον, μέγαρόν τε θεῶν