Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. χειρὸς ἀγλαὸν
  2. ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
  3. δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
  4. εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ
  5. Κρόνιος εὐχᾶς
  6. ἀναξιβρόντας ὁ πάντων μεδ έω ν.
  7. κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς
  8. Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε
  9. τιμὰν φίλῳ θέλων
  10. παιδὶ πανδερκέα θέμεν,
  11. ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον
  12. ἰδὼν τέρας πέτασε χεῖρας
  13. κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
  14. εἶρέν τε· Θησεῦ, σὺ τάδε
  15. μὲν βλέπεις σαφῆ Διὸς
  16. δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-
  17. ρύβρομον πέλαγος· Κρονίδας
  18. [*](Column 35)
  19. δέ τοι πατὴρ ἄναξ τελεῖ
  20. Ποσειδὰν ὑπέρτατον
  21. κλέος χθόνα κατʼ ἠΰδενδρον.