Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- μόλεν· τόθι κλυτὰς ἰδὼν
- ἔδεισʼ ὀλβίοιο Νη-
- ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
- ῶν λάμπε γυίων σέλας
- ὧτε πυρός, ἀμφὶ χαίταις
- δὲ χρυσεόπλοκοι
- δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
- πον κέαρ ὑγροῖσι ποσσίν·
- σεμνάν τε πατρὸς ἄλοχον φίλαν
- ἴδε βοῶπιν ἐρατοῖ-
- σιν Ἀμφιτρίταν δόμοις·
- ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
- κόμαισί τʼ ἐπέθηκεν οὔλαις [*](Column 36)
- ἀμεμφέα πλόκον,
- τόν ποτέ ϝοι ἐν γάμῳ
- δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
- ἄπιστον ὅ τι δαίμονες
- θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
- νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
- οἵαισιν ἐν φροντίσι Κνώσιον