Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς·
  2. τῶν θʼ υἷας ἀερσιμάχους,
  3. ταχύν τʼ Ἀχιλλ έα
  4. εὐειδ έο ς τʼ Ἐριβοίας
  5. παῖδʼ ὑπέρθυμον βοα[θ όο ν
  6. Αἴαντα σακεσφόρον ἥ[ρω,
  7. ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς
  8. ἔσχεν θρασυκάρδιον [ὁρ-
  9. μαίνοντα ν[ᾶας
  10. θεσπεσίῳ πυ[ρὶ καῦσαι
  11. Ἕκτορα χαλ[κεομίτρα]ν,
  12. ὁππότε Π[ηλεΐδας
  13. τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν
  14. ὠρίνατ[ο, Δαρδανίδας
  15. τʼ ἔλυσεν ἄ[τας·
  16. οἳ πρὶν μὲν [πολύπυργο]ν
  17. [*](Column 26)
  18. Ἰλίου θαητὸν ἄστυ
  19. οὐ λεῖπον, ἀτυζόμενοι [δὲ
  20. πτ]ᾶσσον ὀξεῖαν μάχαν,
  21. εὖτʼ ἐν πεδίῳ κλονέων