Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. μαίνοιτʼ Ἀχιλλεύς,
  2. λαοφόνον δόρυ σείων·
  3. ἀλλʼ ὅτε δὴ πολέμοιο
  4. λῆξεν ἰοστεφάνου
  5. Νηρῇδος ἀτρόμητος υἱός·
  6. ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας
  7. πόντῳ βορέας ὑπὸ κύ-
  8. μασιν δαΐζει
  9. νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ
  10. λῆξεν δὲ σὺν φ αε σιμβρότῳ
  11. ἀοῖ, στόρεσεν δέ τε πόντον
  12. οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ
  13. ἱστίον, ἁρπαλέως τʼ ἄ-
  14. ελπτον ἐξίκοντο χέρσον·
  15. ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
  16. χματὰν Ἀχιλλ έα
  17. μίμνοντʼ ἐν κλισίῃσιν
  18. εἵνεκεν ξανθᾶς γυναικός,
  19. Βρισηΐδος ἱμερογυίου,
  20. θ εο ῖσιν ἄντειναν χέρας,