Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἦ τοι μεγάλαν [Κρονίδας
  2. ἔδωκε τιμὰν
  3. ἐν πάντεσσιν [ἀγῶσιν,,
  4. πυρσὸν ὣς Ἕλλ[ασι ¯×
  5. φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
  6. καί τις ὑψαυχὴς κό[ρα,
  7. ¯¯˘˘¯˘˘ ραν
  8. πόδεσσι ταρφ έω [ς,
  9. ἠΰτε νεβρὸς ἀπενθής,
  10. ἀνθεμόεντας ἐπʼ [ὄχθους
  11. κοῦφα σὺν ἀγχιδό[μοις
  12. θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
  13. ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
  14. ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
  15. ρίαν ἄθυρσιν
  16. παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
  17. δέσποινα παγξε[ίνου χθονός,
  18. Ἐνδαΐδα τε ῥοδό[παχυν,
  19. ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
  20. καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,